Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rom 2:1 Διὸ ἀναπολόγητος εἶ ὦ ἄνθρωπε πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον σεαυτὸν κατακρίνεις τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων
Rom 2:2 οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας
Rom 2:3 λογίζῃ δὲ τοῦτο ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ
Rom 2:4 ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει
Rom 2:5 κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ
Rom 2:6 ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·
Rom 2:7 τοῖς μὲν καθ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον
Rom 2:8 τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσιν μὲν τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ θυμός καὶ ὀργὴ
Rom 2:9 θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος·
Rom 2:10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι·
Rom 2:11 οὐ γάρ ἐστιν προσωποληψία παρὰ τῷ θεῷ
Rom 2:12 ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον διὰ νόμου κριθήσονται·
Rom 2:13 οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ ἀλλ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται
Rom 2:14 ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος·
Rom 2:15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων
Rom 2:16 ἐν ἡμέρᾳ ὅτε κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ
Rom 2:17 Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ τῷ νόμῳ καὶ καυχᾶσαι ἐν θεῷ
Rom 2:18 καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου
Rom 2:19 πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν φῶς τῶν ἐν σκότει
Rom 2:20 παιδευτὴν ἀφρόνων διδάσκαλον νηπίων ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ·
Rom 2:21 ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις
Rom 2:22 ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς
Rom 2:23 ὃς ἐν νόμῳ καυχᾶσαι διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις·
Rom 2:24 τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν καθὼς γέγραπται
Rom 2:25 περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς ἡ περιτομή σου ἀκροβυστία γέγονεν
Rom 2:26 ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ οὐχί ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται
Rom 2:27 καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου
Rom 2:28 οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή
Rom 2:29 ἀλλ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ ἐκ τοῦ θεοῦ

  1. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 01

  2. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 02

  3. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 03

  4. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 04

  5. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 05

  6. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 06

  7. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 07

  8. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 08

  9. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 09

  10. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 10

  11. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 11

  12. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 12

  13. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 13

  14. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 14

  15. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 15

  16. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 16

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소