Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Act 26:1 Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν τότε ὁ Παῦλος ἀπελογεῖτο ἐκτείνας τὴν χεῖρα
Act 26:2 Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων βασιλεῦ Ἀγρίππα ἥγημαι ἐμαυτὸν μακάριον μέλλων ἀπολογεῖσθαι ἐπὶ σοῦ σήμερον
Act 26:3 μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων διὸ δέομαι σου, μακροθύμως ἀκοῦσαί μου
Act 26:4 Τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος τὴν ἀπ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν Ἱεροσολύμοις ἴσασιν πάντες οἱ Ἰουδαῖοι
Act 26:5 προγινώσκοντές με ἄνωθεν ἐὰν θέλωσιν μαρτυρεῖν ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος
Act 26:6 καὶ νῦν ἐπ ἐλπίδι τῆς πρὸς τοὺς πατέρας ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος
Act 26:7 εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι περὶ ἡς ἐλπίδος ἐγκαλοῦμαι βασιλεῦ Ἀγρίππα ὑπὸ τῶν Ἰουδαίων
Act 26:8 τί ἄπιστον κρίνεται παρ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει
Act 26:9 ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι
Act 26:10 ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις καὶ πολλούς τῶν ἁγίων ἐγὼ φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον
Act 26:11 καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις
Act 26:12 Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων
Act 26:13 ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον βασιλεῦ οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους
Act 26:14 πάντων δέ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ Σαοὺλ Σαούλ τί με διώκεις σκληρόν σοι πρὸς κέντρα λακτίζειν
Act 26:15 ἐγὼ δὲ εἶπον, Τίς εἶ κύριε ὁ δὲ εἶπεν Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις
Act 26:16 ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές ὧν τε ὀφθήσομαί σοι
Act 26:17 ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν εἰς οὓς νῦν σε ἀποστέλλω
Act 26:18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ
Act 26:19 Ὅθεν βασιλεῦ Ἀγρίππα οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ
Act 26:20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν καὶ Ἱεροσολύμοις εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλων μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν ἄξια τῆς μετανοίας ἔργα πράσσοντας
Act 26:21 ἕνεκα τούτων με οἵ Ἰουδαῖοι συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι
Act 26:22 ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρούμενος μικρῷ τε καὶ μεγάλῳ οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωσῆς,
Act 26:23 εἰ παθητὸς ὁ Χριστός εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσιν
Act 26:24 Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη Μαίνῃ Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει
Act 26:25 ὁ δὲ Οὐ μαίνομαι φησίν κράτιστε Φῆστε ἀλλ᾽ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι
Act 26:26 ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ λανθάνειν γὰρ αὐτὸν τι τούτων οὐ πείθομαι οὐδέν οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο
Act 26:27 πιστεύεις βασιλεῦ Ἀγρίππα τοῖς προφήταις οἶδα ὅτι πιστεύεις
Act 26:28 ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι.
Act 26:29 ὁ δὲ Παῦλος εἰπεν, Εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος κἀγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων
Act 26:30 καὶ ταῦτα εἰπόντος αὐτοῦ, Ἀνέστη ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη Καὶ οἱ συγκαθήμενοι αὐτοῖς
Act 26:31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος
Act 26:32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα

List of Articles
번호 분류 제목
28 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 01
27 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 02
26 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 03
25 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 04
24 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 05
23 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 06
22 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 07
21 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 08
20 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 09
19 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 10
18 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 11
17 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 12
16 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 13
15 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 14
14 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 15
13 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 16
12 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 17
11 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 18
10 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 19
9 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 20
8 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 21
7 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 22
6 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 23
5 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 24
4 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 25
» Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 26
2 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 27
1 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 28
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소