Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Act 23:1 ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν Ἄνδρες ἀδελφοί ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας
Act 23:2 ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα
Act 23:3 τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν Τύπτειν σε μέλλει ὁ θεός τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον καὶ παρανομῶν κελεύεις με τύπτεσθαι
Act 23:4 οἱ δὲ παρεστῶτες εἶπον, Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς
Act 23:5 ἔφη τε ὁ Παῦλος Οὐκ ᾔδειν ἀδελφοί ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς
Act 23:6 Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ἔκραξεν ἐν τῷ συνεδρίῳ Ἄνδρες ἀδελφοί ἐγὼ Φαρισαῖός εἰμι υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι
Act 23:7 τοῦτο δὲ αὐτοῦ λαλήσαντος, ἐγένετο στάσις τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων καὶ ἐσχίσθη τὸ πλῆθος
Act 23:8 Σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μηδὲ ἄγγελον μήτε πνεῦμα Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα
Act 23:9 ἐγένετο δὲ κραυγὴ μεγάλη καὶ ἀναστάντες οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος μὴ θεομαχωμεν.
Act 23:10 Πολλῆς δὲ γενομένης στάσεως εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν ἄγειν τε εἰς τὴν παρεμβολήν
Act 23:11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν Θάρσει Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτως σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι
Act 23:12 Γενομένης δὲ ἡμέρας ποιήσαντες τινες τῶν Ἰουδαίων συστροφὴν ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πίειν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον
Act 23:13 ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν πεποιηκότες,
Act 23:14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπον, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον
Act 23:15 νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ὅπως αὔριον αὐτὸν καταγάγῃ πρὸς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν
Act 23:16 Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τό ἔνεδρον παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ
Act 23:17 προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη Τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον ἔχει γὰρ τι ἀπαγγεῖλαί αὐτῷ
Act 23:18 ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρὸς σέ ἔχοντά τι λαλῆσαί σοι
Act 23:19 ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ ἰδίαν ἐπυνθάνετο Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι
Act 23:20 εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον ὡς μέλλοντές τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ
Act 23:21 σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν καὶ νῦν ἕτοιμοι εἰσιν προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν
Act 23:22 ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσεν τὸν νεανίαν, παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με
Act 23:23 Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν ἑκατονταρχῶν εἶπεν Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους ἀπὸ τρίτης ὥρας τῆς νυκτός
Act 23:24 κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσιν πρὸς Φήλικα τὸν ἡγεμόνα
Act 23:25 γράψας ἐπιστολὴν περιέχουσαν τὸν τύπον τοῦτον·
Act 23:26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν
Act 23:27 Τὸν ἄνδρα τοῦτον συλληφθεντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην αὐτὸν, μαθὼν ὅτι Ῥωμαῖός ἐστιν
Act 23:28 βουλόμενός δὲ γνῶναι τὴν αἰτίαν δι ἣν ἐνεκάλουν αὐτῷ κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν
Act 23:29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔγκλημα ἔχοντα
Act 23:30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα μελλείν ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων, ἐξαυτῆς ἔπεμψα πρὸς σέ παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ Ἔρρωσο.
Act 23:31 Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον διὰ τὴς νυκτὸς εἰς τὴν Ἀντιπατρίδα
Act 23:32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·
Act 23:33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ
Act 23:34 ἀναγνοὺς δὲ ὁ ἡγεμὼν, καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας
Act 23:35 Διακούσομαί σου ἔφη ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ἐκέλευσεν τε αὐτόν ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι

  1. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 01

  2. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 02

  3. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 03

  4. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 04

  5. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 05

  6. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 06

  7. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 07

  8. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 08

  9. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 09

  10. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 10

  11. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 11

  12. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 12

  13. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 13

  14. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 14

  15. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 15

  16. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 16

  17. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 17

  18. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 18

  19. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 19

  20. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 20

  21. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 21

  22. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 22

  23. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 23

  24. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 24

  25. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 25

  26. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 26

  27. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 27

  28. No Image 14Dec
    by 한글모레
    in Acts

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 28

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소