Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 13

?

단축키

Prev이전 문서

Next다음 문서

ESC닫기

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Act 13:1 Ἦσαν δὲ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ καὶ Λούκιος ὁ Κυρηναῖος Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος
Act 13:2 λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον Ἀφορίσατε δή μοι τὸν τε Βαρναβᾶν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς
Act 13:3 τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν
Act 13:4 Οὗτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου κατῆλθον εἰς τὴν Σελεύκειαν ἐκεῖθέν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον
Act 13:5 καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην
Act 13:6 διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρον τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς,
Act 13:7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ ἀνδρὶ συνετῷ οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ·
Act 13:8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως
Act 13:9 Σαῦλος δέ ὁ καὶ Παῦλος πλησθεὶς πνεύματος ἁγίου καὶ ἀτενίσας εἰς αὐτὸν
Act 13:10 εἶπεν Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας υἱὲ διαβόλου ἐχθρὲ πάσης δικαιοσύνης οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας
Act 13:11 καὶ νῦν ἰδοὺ χεὶρ τοῦ κυρίου ἐπὶ σέ καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ παραχρῆμά δὲ ἐπέπεσεν ἐπ αὐτὸν ἀχλὺς καὶ σκότος καὶ περιάγων ἐζήτει χειραγωγούς
Act 13:12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου
Act 13:13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα
Act 13:14 αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν
Act 13:15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες Ἄνδρες ἀδελφοί εἴ ἐστιν λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν λέγετε
Act 13:16 ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν ἀκούσατε
Act 13:17 ὁ θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς
Act 13:18 καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ
Act 13:19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληροδότησεν αὐτοίς τὴν γῆν αὐτῶν
Act 13:20 καὶ μετὰ ταῦτα ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα ἔδωκεν κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου
Act 13:21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς ἄνδρα ἐκ φυλῆς Βενιαμίν ἔτη τεσσαράκοντα
Act 13:22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαβὶδ εἰς βασιλέα ᾧ καὶ εἶπεν μαρτυρήσας Εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαί ἄνδρα κατὰ τὴν καρδίαν μου ὃς ποιήσει πάντα τὰ θελήματά μου
Act 13:23 τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ ἐπαγγελίαν ἤγειρεν τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν
Act 13:24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ
Act 13:25 ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον ἔλεγεν Τίνα με ὑπονοεῖτε εἶναι οὐκ εἰμὶ ἐγώ· ἀλλ ἰδοὺ ἔρχεται μετ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι
Act 13:26 Ἄνδρες ἀδελφοί υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη.
Act 13:27 οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν
Act 13:28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν
Act 13:29 ὡς δὲ ἐτέλεσαν ἅπαντα τὰ περὶ αὐτοῦ γεγραμμένα καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον
Act 13:30 ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν
Act 13:31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ οἵτινες εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν
Act 13:32 καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην
Act 13:33 ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις αὐτῶν ἡμῖν ἀναστήσας Ἰησοῦν ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται Υἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέννηκά σε
Act 13:34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαβὶδ τὰ πιστά
Act 13:35 διό καὶ ἐν ἑτέρῳ λέγει Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν
Act 13:36 Δαβὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν·
Act 13:37 ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν
Act 13:38 γνωστὸν οὖν ἔστω ὑμῖν ἄνδρες ἀδελφοί ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται
Act 13:39 καί ἀπό πάντων ὤν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωσέως δικαιωθῆναι ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται
Act 13:40 βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ᾽ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις
Act 13:41 Ἴδετε οἱ καταφρονηταί καὶ θαυμάσατε καὶ ἀφανίσθητε ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ἔργον ὣ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν
Act 13:42 Ἐξιόντων δὲ ἐκ τὴς συναγωγῆς τῶν Ἰουδαίων, παρεκάλουν τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα
Act 13:43 λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς ἐπιμένειν τῇ χάριτι τοῦ θεοῦ
Act 13:44 Τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.
Act 13:45 ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις ἀντιλέγοντες καὶ βλασφημοῦντες
Act 13:46 παρρησιασάμενοί δὲ ὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπον, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη
Act 13:47 οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς
Act 13:48 ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ κυρίου καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον·
Act 13:49 διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δι ὅλης τῆς χώρας
Act 13:50 οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρναβᾶν καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν
Act 13:51 οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον
Act 13:52 οἵ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου

Articles

1 2 3 4