Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Act 10:1 Ἀνὴρ δέ τις ἦν ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς
Act 10:2 εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ θεοῦ διαπαντός
Act 10:3 εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ὥραν ἐννάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ Κορνήλιε
Act 10:4 ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν Τί ἐστιν κύριε εἶπεν δὲ αὐτῷ Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ θεοῦ
Act 10:5 καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας καὶ μετάπεμψαι Σίμωνά ὃς ἐπικαλεῖται Πέτρος·
Act 10:6 οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν.
Act 10:7 ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ
Act 10:8 καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην
Act 10:9 Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην
Act 10:10 ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι παρασκευαζόντων δὲ ἐκείνων, ἐπέπεσεν ἐπ αὐτὸν ἔκστασις
Act 10:11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον ἐπ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς
Act 10:12 ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ
Act 10:13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν Ἀναστάς Πέτρε θῦσον καὶ φάγε
Act 10:14 ὁ δὲ Πέτρος εἶπεν Μηδαμῶς κύριε ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον
Act 10:15 καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου
Act 10:16 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν
Act 10:17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν καὶ ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα
Act 10:18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται
Act 10:19 τοῦ δὲ Πέτρου ἐνθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ πνεῦμα Ἰδοὺ ἄνδρες τρεῖς ζητοῦσιν σε
Act 10:20 ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος διότι ἐγὼ ἀπέσταλκα αὐτούς
Act 10:21 καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας τοὺς ἀπεσταλμενοῦς ἀπὸ τοῦ Κορνηλίου πρὸς αὑτὸν, εἶπεν Ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι ἣν πάρεστε
Act 10:22 οἱ δὲ εἶπον, Κορνήλιος ἑκατοντάρχης ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ
Act 10:23 εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν Τῇ δὲ ἐπαύριον ὁ Πέτρος, ἐξῆλθεν σὺν αὐτοῖς καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ τὴς Ἰόππης συνῆλθον αὐτῷ
Act 10:24 καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν· ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους
Act 10:25 ὡς δὲ ἐγένετο εἰσελθεῖν τὸν Πέτρον συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν
Act 10:26 ὁ δὲ Πέτρος αὐτὸν ἤγειρεν λέγων Ἀνάστηθι· κα᾽γὼ αὐτὸς ἄνθρωπός εἰμι
Act 10:27 καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν καὶ εὑρίσκει συνεληλυθότας πολλούς
Act 10:28 ἔφη τε πρὸς αὐτούς Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·
Act 10:29 διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με
Act 10:30 καὶ ὁ Κορνήλιος ἔφη Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐννάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ
Act 10:31 καὶ φησίν Κορνήλιε εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ
Act 10:32 πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν ὃς παραγενόμενος λαλήσει σοι.
Act 10:33 ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ σύ τε καλῶς ἐποίησας παραγενόμενος νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ
Act 10:34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν Ἐπ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ θεός
Act 10:35 ἀλλ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν
Act 10:36 τὸν λόγον ὃν ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ οὗτός ἐστιν πάντων κύριος
Act 10:37 ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ ὅλης τῆς Ἰουδαίας ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης
Act 10:38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου ὅτι ὁ θεὸς ἦν μετ αὐτοῦ
Act 10:39 καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἰερουσαλήμ ὃν ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου
Act 10:40 τοῦτον ὁ θεὸς ἤγειρεν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι
Act 10:41 οὐ παντὶ τῷ λαῷ ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ ἡμῖν οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·
Act 10:42 καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν
Act 10:43 τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν
Act 10:44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον
Act 10:45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθον τῷ Πέτρῳ ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται·
Act 10:46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν τότε ἀπεκρίθη ὁ Πέτρος
Act 10:47 Μήτι τὸ ὕδωρ κωλῦσαί δύναται τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον καθὼς καὶ ἡμεῖς
Act 10:48 προσέταξεν τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς

List of Articles
번호 분류 제목
28 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 01
27 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 02
26 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 03
25 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 04
24 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 05
23 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 06
22 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 07
21 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 08
20 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 09
» Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 10
18 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 11
17 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 12
16 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 13
15 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 14
14 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 15
13 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 16
12 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 17
11 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 18
10 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 19
9 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 20
8 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 21
7 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 22
6 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 23
5 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 24
4 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 25
3 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 26
2 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 27
1 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 28
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소