Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Act 9:1 Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου προσελθὼν τῷ ἀρχιερεῖ
Act 9:2 ᾐτήσατο παρ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ
Act 9:3 ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ
Act 9:4 καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ τί με διώκεις
Act 9:5 εἶπεν δέ Τίς εἶ κύριε ὁ δέ Κύριος εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
Act 9:6 Τρέμων τε καὶ θαμβῶν εἶπεν κύριε τί μέ θέλεις ποιῆσαι καὶ ὅ κύριος πρός αὐτόν ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν
Act 9:7 οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐννεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες
Act 9:8 ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδένα ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν
Act 9:9 καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν
Act 9:10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας καὶ εἶπεν πρὸς αὐτὸν ὁ κύριος ἐν ὁράματι Ἁνανία ὁ δὲ εἶπεν Ἰδοὺ ἐγώ κύριε
Act 9:11 ὁ δὲ κύριος πρὸς αὐτόν Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται
Act 9:12 καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἁνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ
Act 9:13 ἀπεκρίθη δὲ ὁ Ἁνανίας Κύριε ἄκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου ὅσα κακὰ ἐποίησεν τοῖς ἁγίοις σου ἐν Ἰερουσαλήμ·
Act 9:14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου
Act 9:15 εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος Πορεύου ὅτι σκεῦος ἐκλογῆς μοι ἐστίν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραήλ·
Act 9:16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν
Act 9:17 Ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν καὶ ἐπιθεὶς ἐπ αὐτὸν τὰς χεῖρας εἶπεν Σαοὺλ ἀδελφέ ὁ κύριος ἀπέσταλκέν με Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου
Act 9:18 καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες ἀνέβλεψέν τε παραχρῆμα, καὶ ἀναστὰς ἐβαπτίσθη
Act 9:19 καὶ λαβὼν τροφὴν ἐνίσχυσεν Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς
Act 9:20 καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Χριστὸν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ
Act 9:21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἕν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς
Act 9:22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυνεν τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός
Act 9:23 Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
Act 9:24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν παρετηροῦν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν·
Act 9:25 λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς καθῆκαν διὰ τοῦ τείχους χαλάσαντες ἐν σπυρίδι
Act 9:26 Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἰερουσαλὴμ ἐπείρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς καὶ πάντες ἐφοβοῦντο αὐτόν μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής
Act 9:27 Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ
Act 9:28 καὶ ἦν μετ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν Ἰερουσαλήμ
Act 9:29 καὶ παρρησιαζόμενος ἕν τῷ ὀνόματί τοῦ κυρίου Ἰησοῦ ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς οἱ δὲ ἐπεχείρουν αὐτόν ἀνελεῖν
Act 9:30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν
Act 9:31 Αἱ μὲν οὖν ἐκκλησίαι καθ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομουμέναι καὶ πορευομέναι τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνοντο
Act 9:32 Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν.
Act 9:33 εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτω ὃς ἦν παραλελυμένος
Act 9:34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος Αἰνέα ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ καὶ εὐθέως ἀνέστη
Act 9:35 καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σαρῶναν, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον
Act 9:36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει
Act 9:37 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ
Act 9:38 ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες Μὴ ὀκνήσαι διελθεῖν ἕως αὐτῶν.
Act 9:39 ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ αὐτῶν οὖσα ἡ Δορκάς
Act 9:40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν Ταβιθά ἀνάστηθι ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν
Act 9:41 δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν
Act 9:42 γνωστὸν δὲ ἐγένετο καθ ὅλης τῆς Ἰόππης καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν κύριον
Act 9:43 Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτόν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ

  1. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 01

    CategoryActs
    Read More
  2. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 02

    CategoryActs
    Read More
  3. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 03

    CategoryActs
    Read More
  4. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 04

    CategoryActs
    Read More
  5. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 05

    CategoryActs
    Read More
  6. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 06

    CategoryActs
    Read More
  7. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 07

    CategoryActs
    Read More
  8. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 08

    CategoryActs
    Read More
  9. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 09

    CategoryActs
    Read More
  10. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 10

    CategoryActs
    Read More
  11. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 11

    CategoryActs
    Read More
  12. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 12

    CategoryActs
    Read More
  13. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 13

    CategoryActs
    Read More
  14. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 14

    CategoryActs
    Read More
  15. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 15

    CategoryActs
    Read More
  16. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 16

    CategoryActs
    Read More
  17. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 17

    CategoryActs
    Read More
  18. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 18

    CategoryActs
    Read More
  19. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 19

    CategoryActs
    Read More
  20. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 20

    CategoryActs
    Read More
  21. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 21

    CategoryActs
    Read More
  22. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 22

    CategoryActs
    Read More
  23. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 23

    CategoryActs
    Read More
  24. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 24

    CategoryActs
    Read More
  25. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 25

    CategoryActs
    Read More
  26. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 26

    CategoryActs
    Read More
  27. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 27

    CategoryActs
    Read More
  28. Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 28

    CategoryActs
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소