Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Act 1:1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων ὦ Θεόφιλε ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν
Act 1:2 ἄχρι ἡς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη
Act 1:3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις δι ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ·
Act 1:4 καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου
Act 1:5 ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας
Act 1:6 Οἱ μὲν οὖν συνελθόντες ἐπἠρώτων αὐτὸν λέγοντες Κύριε εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ
Act 1:7 εἶπεν δὲ πρὸς αὐτούς Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ
Act 1:8 ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ ὑμᾶς καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς
Act 1:9 καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν
Act 1:10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήτι λευκῇ,
Act 1:11 οἳ καὶ εἶπον, Ἄνδρες Γαλιλαῖοι τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν
Act 1:12 Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν
Act 1:13 καὶ ὅτε εἰσῆλθον ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας Φίλιππος καὶ Θωμᾶς Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου
Act 1:14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει, σὺν γυναιξὶν καὶ Μαριᾴ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ
Act 1:15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡσ ἑκατὸν εἴκοσιν,
Act 1:16 Ἄνδρες ἀδελφοί ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην, ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαβὶδ, περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν τὸν Ἰησοῦν
Act 1:17 ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης
Act 1:18 Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ τοῦ μισθοῦ τῆς ἀδικίας καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ·
Act 1:19 καὶ γνωστὸν ἐγένετο πάσιν τοῖς κατοικοῦσιν Ἰερουσαλήμ ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἁκελδαμά, τοῦτ ἔστιν Χωρίον Αἵματος
Act 1:20 Γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ καί Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος
Act 1:21 δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ ἡμᾶς ὁ κύριος Ἰησοῦς
Act 1:22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἡς ἀνελήφθη ἀφ ἡμῶν μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων
Act 1:23 καὶ ἔστησαν δύο Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν ὃς ἐπεκλήθη Ἰοῦστος καὶ Ματθίαν.
Act 1:24 καὶ προσευξάμενοι εἶπον, Σὺ κύριε καρδιογνῶστα πάντων ἀνάδειξον ἐκ τούτων τῶν δύο ἕνα ὃν ἐξελέξω
Act 1:25 λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς ἐξ ἡς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον
Act 1:26 καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων

List of Articles
번호 분류 제목
» Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 01
27 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 02
26 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 03
25 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 04
24 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 05
23 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 06
22 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 07
21 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 08
20 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 09
19 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 10
18 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 11
17 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 12
16 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 13
15 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 14
14 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 15
13 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 16
12 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 17
11 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 18
10 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 19
9 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 20
8 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 21
7 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 22
6 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 23
5 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 24
4 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 25
3 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 26
2 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 27
1 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 28
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소