Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Joh 19:1 Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν
Joh 19:2 καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν
Joh 19:3 καὶ ἔλεγον Χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα
Joh 19:4 ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ Πιλᾶτος Καὶ λέγει αὐτοῖς Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω ἵνα γνῶτε ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω
Joh 19:5 ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον καὶ λέγει αὐτοῖς Ἴδε ὁ ἄνθρωπος
Joh 19:6 ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες Σταύρωσον σταύρωσον λέγει αὐτοῖς ὁ Πιλᾶτος Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν
Joh 19:7 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι Ἡμεῖς νόμον ἔχομεν· καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν ὅτι ἑαυτὸν υἱὸν θεοῦ ἐποίησεν
Joh 19:8 Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον μᾶλλον ἐφοβήθη
Joh 19:9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ Πόθεν εἶ σύ ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ
Joh 19:10 λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος Ἐμοὶ οὐ λαλεῖς οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε
Joh 19:11 ἀπεκρίθη ὁ Ἰησοῦς Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ ἐμοῦ εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει
Joh 19:12 ἐκ τούτου ἐζήτει ὁ Πιλᾶτος ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ἔκραζον λέγοντες Ἐὰν τοῦτον ἀπολύσῃς οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα αὐτόν. ποιῶν ἀντιλέγει τῷ Καίσαρι
Joh 19:13 Ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λογὸν, ἤγαγεν ἔξω τὸν Ἰησοῦν καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον Ἑβραϊστὶ δὲ Γαββαθα
Joh 19:14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα ὥρα δὲ ὡσεὶ ἕκτη καὶ λέγει τοῖς Ἰουδαίοις Ἴδε ὁ βασιλεὺς ὑμῶν
Joh 19:15 οἱ δὲ ἐκραύγασαν Ἆρον ἆρον σταύρωσον αὐτόν λέγει αὐτοῖς ὁ Πιλᾶτος Τὸν βασιλέα ὑμῶν σταυρώσω ἀπεκρίθησαν οἱ ἀρχιερεῖς Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα
Joh 19:16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἀπήγαγον·
Joh 19:17 καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου Τόπον ὃς λέγεται Ἑβραϊστὶ Γολγοθα
Joh 19:18 ὅπου αὐτὸν ἐσταύρωσαν καὶ μετ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν μέσον δὲ τὸν Ἰησοῦν
Joh 19:19 ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων
Joh 19:20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί Ἑλληνιστί Ῥωμαϊστί
Joh 19:21 ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων Μὴ γράφε· Ὁ βασιλεὺς τῶν Ἰουδαίων ἀλλ ὅτι ἐκεῖνος εἶπεν Βασιλεύς εἰμι τῶν Ἰουδαίων
Joh 19:22 ἀπεκρίθη ὁ Πιλᾶτος Ὃ γέγραφα γέγραφα
Joh 19:23 Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη ἑκάστῳ στρατιώτῃ μέρος καὶ τὸν χιτῶνα ἦν δὲ ὁ χιτὼν ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι ὅλου
Joh 19:24 εἶπον οὖν πρὸς ἀλλήλους Μὴ σχίσωμεν αὐτόν ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν
Joh 19:25 εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή
Joh 19:26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ μητρί αὐτοῦ, Γύναι ἰδοῦ ὁ υἱός σου
Joh 19:27 εἶτα λέγει τῷ μαθητῇ Ἰδοὺ ἡ μήτηρ σου καὶ ἀπ ἐκείνης τῆς ὥρας ἔλαβεν αὐτὴν ὁ μαθητὴς εἰς τὰ ἴδια
Joh 19:28 Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται ἵνα τελειωθῇ ἡ γραφή λέγει Διψῶ
Joh 19:29 σκεῦος οὖν ἔκειτο ὄξους μεστόν· οἱ δὲ, πλήσαντες σπόγγον ὄξους καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι
Joh 19:30 ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς εἶπεν Τετέλεσται καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα
Joh 19:31 Οἱ οὖν Ἰουδαῖοι ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ ἐπεὶ παρασκευὴ ἦν ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν
Joh 19:32 ἦλθον οὖν οἱ στρατιῶται καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ·
Joh 19:33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη
Joh 19:34 ἀλλ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν καὶ εὐθὺς ἐξῆλθεν αἷμα καὶ ὕδωρ
Joh 19:35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία κα᾽κεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει ἵνα ὑμεῖς πιστεύσητε
Joh 19:36 ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ
Joh 19:37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει Ὄψονται εἰς ὃν ἐξεκέντησαν
Joh 19:38 Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον ὁ Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα τοῦ Ἰησοῦ
Joh 19:39 ἦλθεν δὲ καὶ Νικόδημος ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡσεὶ λίτρας ἑκατόν
Joh 19:40 ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν
Joh 19:41 ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη.
Joh 19:42 ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον ἔθηκαν τὸν Ἰησοῦν

  1. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 01

  2. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 02

  3. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 03

  4. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 04

  5. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 05

  6. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 06

  7. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 07

  8. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 08

  9. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 09

  10. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 10

  11. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 11

  12. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 12

  13. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 13

  14. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 14

  15. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 15

  16. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 16

  17. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 17

  18. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 18

  19. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 19

  20. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 20

  21. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 21

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소