Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 18

?

단축키

Prev이전 문서

Next다음 문서

ESC닫기

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Joh 18:1 Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν Κεδρὼν ὅπου ἦν κῆπος εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ
Joh 18:2 ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον ὅτι πολλάκις συνήχθη ὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ
Joh 18:3 ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων
Joh 18:4 Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ αὐτὸν ἐξελθὼν εἶπεν αὐτοῖς Τίνα ζητεῖτε
Joh 18:5 ἀπεκρίθησαν αὐτῷ Ἰησοῦν τὸν Ναζωραῖον λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐγώ εἰμι εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ αὐτῶν
Joh 18:6 ὡς οὖν εἶπεν αὐτοῖς ὅτι Ἐγώ εἰμι ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί
Joh 18:7 πάλιν οὖν αὐτούς ἐπηρώτησεν Τίνα ζητεῖτε οἱ δὲ εἶπον, Ἰησοῦν τὸν Ναζωραῖον
Joh 18:8 ἀπεκρίθη ὁ Ἰησοῦς Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε ἄφετε τούτους ὑπάγειν·
Joh 18:9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα
Joh 18:10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν· ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος
Joh 18:11 εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ Βάλε τὴν μάχαιραν σου εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό
Joh 18:12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν
Joh 18:13 καὶ ἀπήγαγον αὐτὸν πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου·
Joh 18:14 ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ
Joh 18:15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ὁ ἄλλος μαθητής ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως
Joh 18:16 ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὅς ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον
Joh 18:17 λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρός τῷ Πέτρῳ Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου λέγει ἐκεῖνος Οὐκ εἰμί
Joh 18:18 εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες ὅτι ψῦχος ἦν καὶ ἐθερμαίνοντο· ἦν δὲ μετ αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενος
Joh 18:19 Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ
Joh 18:20 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Ἐγὼ παρρησίᾳ ἐλάλησα τῷ κόσμῳ ἐγὼ πάντοτε ἐδίδαξα ἐν τῇ συναγωγῇ καὶ ἐν τῷ ἱερῷ ὅπου πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται καὶ ἐν κρυπτῷ ελάλησα οὐδέν
Joh 18:21 τί με ἐπερωτᾷς ἐπερώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ
Joh 18:22 ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς τῶν ὑπηρετῶν παρεστηκὼς ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ
Joh 18:23 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Εἰ κακῶς ἐλάλησα μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς τί με δέρεις
Joh 18:24 ἀπέστειλεν αὐτὸν ὁ Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα
Joh 18:25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος εἶπον οὖν αὐτῷ Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν Οὐκ εἰμί
Joh 18:26 λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ αὐτοῦ
Joh 18:27 πάλιν οὖν ἠρνήσατο ὁ Πέτρος καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν
Joh 18:28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωίᾳ καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον ἵνα μὴ μιανθῶσιν ἀλλ᾽ ἵνα φάγωσιν τὸ πάσχα
Joh 18:29 ἐξῆλθεν οὖν ὁ Πιλᾶτος πρὸς αὐτοὺς καὶ εἶπεν Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου
Joh 18:30 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Εἰ μὴ ἦν οὗτος κακὸποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν
Joh 18:31 εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος Λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
Joh 18:32 ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν
Joh 18:33 Εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλιν ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων
Joh 18:34 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς ἀφ᾽ ἑαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι σοι εἶπόν περὶ ἐμοῦ
Joh 18:35 ἀπεκρίθη ὁ Πιλᾶτος Μήτι ἐγὼ Ἰουδαῖός εἰμι τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας
Joh 18:36 ἀπεκρίθη ὁ Ἰησοῦς Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή οἱ ὑπηρέται ἄν οἱ ἐμοὶ ἠγωνίζοντο ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν
Joh 18:37 εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος Οὐκοῦν βασιλεὺς εἶ σύ ἀπεκρίθη ὁ Ἰησοῦς Σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγὼ ἐγὼ. εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς
Joh 18:38 λέγει αὐτῷ ὁ Πιλᾶτος Τί ἐστιν ἀλήθεια Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ
Joh 18:39 ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ πάσχα· βούλεσθε οὖν ὑμῖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων
Joh 18:40 ἐκραύγασαν οὖν πάλιν πάντες, λέγοντες Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν ἦν δὲ ὁ Βαραββᾶς λῃστής

Articles

1 2 3 4