Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Joh 17:1 Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς καὶ ἐπῆρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπεν Πάτερ ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν ἵνα καὶ ὁ υἱὸς σου δοξάσῃ σέ
Joh 17:2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον
Joh 17:3 αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν
Joh 17:4 ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς τὸ ἔργον ετελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω·
Joh 17:5 καὶ νῦν δόξασόν με σύ πάτερ παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί
Joh 17:6 Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας· καὶ τὸν λόγον σου τετηρήκασιν
Joh 17:7 νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ ἐστίν
Joh 17:8 ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας
Joh 17:9 ἐγὼ περὶ αὐτῶν ἐρωτῶ οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι ὅτι σοί εἰσιν
Joh 17:10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά καὶ δεδόξασμαι ἐν αὐτοῖς
Joh 17:11 καὶ οὐκ ἔτι εἰμὶ ἐν τῷ κόσμῳ καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσίν καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι Πάτερ ἅγιε τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου οὕς δέδωκάς μοι ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς
Joh 17:12 ὅτε ἤμην μετ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου οὓς δέδωκάς μοι ἐφύλαξα καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας ἵνα ἡ γραφὴ πληρωθῇ
Joh 17:13 νῦν δὲ πρὸς σὲ ἔρχομαι καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὐτοῖς.
Joh 17:14 ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου
Joh 17:15 οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ
Joh 17:16 ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ ἐκ τοῦ κόσμου οὐκ εἰμὶ
Joh 17:17 ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ· σου· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν
Joh 17:18 καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον·
Joh 17:19 καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν ἵνα καὶ αὐτοὶ ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ
Joh 17:20 Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον ἀλλὰ καὶ περὶ τῶν πιστευσόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ
Joh 17:21 ἵνα πάντες ἓν ὦσιν καθὼς σύ πάτερ ἐν ἐμοὶ κἀγὼ ἐν σοί ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας
Joh 17:22 καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν· ἐσμεν.
Joh 17:23 ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν καὶ ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας
Joh 17:24 Πάτερ οὕς δέδωκάς μοι θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ ἐμοῦ ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν ἔδωκάς μοι ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου
Joh 17:25 πάτερ δίκαιε καὶ ὁ κόσμος σε οὐκ ἔγνω ἐγὼ δέ σε ἔγνων καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας·
Joh 17:26 καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς

  1. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 01

  2. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 02

  3. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 03

  4. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 04

  5. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 05

  6. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 06

  7. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 07

  8. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 08

  9. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 09

  10. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 10

  11. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 11

  12. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 12

  13. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 13

  14. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 14

  15. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 15

  16. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 16

  17. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 17

  18. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 18

  19. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 19

  20. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 20

  21. No Image 14Dec
    by 한글모레
    in John

    Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 21

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소