Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 23:1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγεν αὐτὸν ἐπὶ τὸν Πιλᾶτον
Luk 23:2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι
Luk 23:3 ὁ δὲ Πιλᾶτος ἐπηρώτησεν αὐτὸν λέγων Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη Σὺ λέγεις
Luk 23:4 ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ
Luk 23:5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ ὅλης τῆς Ἰουδαίας ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε
Luk 23:6 Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν·
Luk 23:7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις
Luk 23:8 ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν ἦν γὰρ θέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν πολλὰ περὶ αὐτοῦ καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ αὐτοῦ γινόμενον
Luk 23:9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ
Luk 23:10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ
Luk 23:11 ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ
Luk 23:12 ἐγένοντο δὲ φίλοι ὅ τε Πιλᾶτος καὶ ὁ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.
Luk 23:13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν
Luk 23:14 εἶπεν πρὸς αὐτούς Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ αὐτοῦ
Luk 23:15 ἀλλ οὐδὲ Ἡρῴδης ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτὸν καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ·
Luk 23:16 παιδεύσας οὖν αὐτὸν ἀπολύσω
Luk 23:17 ἀνάγκην δέ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.
Luk 23:18 ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες Αἶρε τοῦτον ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·
Luk 23:19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς φυλακήν.
Luk 23:20 πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησεν θέλων ἀπολῦσαι τὸν Ἰησοῦν
Luk 23:21 οἱ δὲ ἐπεφώνουν λέγοντες Σταύρωσον, σταύρωσον αὐτόν
Luk 23:22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς Τί γὰρ κακὸν ἐποίησεν οὗτος οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω
Luk 23:23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν αρχιερέων.
Luk 23:24 ὁ δὲ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν·
Luk 23:25 ἀπέλυσεν δὲ αὐτοῖς τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακὴν ὃν ᾐτοῦντο τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν
Luk 23:26 Καὶ ὡς ἀπήγαγον αὐτόν ἐπιλαβόμενοι Σίμωνος τινος Κυρηναίου τοῦ ἐρχόμενου ἀπ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ
Luk 23:27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν
Luk 23:28 στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπεν Θυγατέρες Ἰερουσαλήμ μὴ κλαίετε ἐπ ἐμέ· πλὴν ἐφ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν
Luk 23:29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἱ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθήλασαν.
Luk 23:30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν Πέσετε ἐφ ἡμᾶς καὶ τοῖς βουνοῖς Καλύψατε ἡμᾶς·
Luk 23:31 ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν ἐν τῷ ξηρῷ τί γένηται
Luk 23:32 Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι
Luk 23:33 καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν
Luk 23:34 ὁ δὲ Ἰησοῦς ἔλεγεν Πάτερ ἄφες αὐτοῖς οὐ γὰρ οἴδασιν τί ποιοῦσιν διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον
Luk 23:35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς, λέγοντες Ἄλλους ἔσωσεν σωσάτω ἑαυτόν εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ τοῦ θεοῦ ἐκλεκτός
Luk 23:36 ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ
Luk 23:37 καὶ λέγοντες Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων σῶσον σεαυτόν
Luk 23:38 ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ αὐτῷ γράμμασιν Ἑλληνικοῖς, καὶ Ρωμαικοῖς καὶ Ἑβραικοῖς, οὗτος ἐστὶν Ὁ βασιλεὺς τῶν Ἰουδαίων
Luk 23:39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων εἶ σὺ Εἰ ὁ Χριστός σῶσον σεαυτὸν καὶ ἡμᾶς
Luk 23:40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων, Οὐδὲ φοβῇ σὺ τὸν θεόν ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ
Luk 23:41 καὶ ἡμεῖς μὲν δικαίως ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν
Luk 23:42 καὶ ἔλεγεν τᾠ Ἰησοῦ μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἕν τῃ βασιλείᾳ σου
Luk 23:43 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Ἀμήν λέγω σοι σήμερον μετ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ
Luk 23:44 ἦν δὲ ὡσεὶ ὥρα ἕκτη Καὶ σκότος ἐγένετο ἐφ ὅλην τὴν γῆν ἕως ὥρας ἐννάτης
Luk 23:45 καὶ ἐσκοτίσθη ὁ ἥλιος, καί ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον
Luk 23:46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν Πάτερ εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν
Luk 23:47 Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασεν τὸν θεὸν λέγων Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν
Luk 23:48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην θεωροῦντες τὰ γενόμενα τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον
Luk 23:49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ μακρόθεν καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ὁρῶσαι ταῦτα
Luk 23:50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων ἀνὴρ ἀγαθὸς καὶ δίκαιος
Luk 23:51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων ὃς καὶ προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ θεοῦ
Luk 23:52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ
Luk 23:53 καὶ καθελὼν αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδέπω οὐδεὶς κείμενος
Luk 23:54 καὶ ἡμέρα ἦν παρασκευή καὶ σάββατον ἐπέφωσκεν
Luk 23:55 Κατακολουθήσασαι δὲ καὶ γυναῖκες αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ
Luk 23:56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν

  1. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 01

    CategoryLuke
    Read More
  2. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 02

    CategoryLuke
    Read More
  3. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 03

    CategoryLuke
    Read More
  4. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 04

    CategoryLuke
    Read More
  5. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 05

    CategoryLuke
    Read More
  6. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 06

    CategoryLuke
    Read More
  7. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 07

    CategoryLuke
    Read More
  8. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 08

    CategoryLuke
    Read More
  9. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 09

    CategoryLuke
    Read More
  10. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 10

    CategoryLuke
    Read More
  11. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 11

    CategoryLuke
    Read More
  12. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 12

    CategoryLuke
    Read More
  13. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 13

    CategoryLuke
    Read More
  14. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 14

    CategoryLuke
    Read More
  15. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 15

    CategoryLuke
    Read More
  16. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 16

    CategoryLuke
    Read More
  17. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 17

    CategoryLuke
    Read More
  18. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 18

    CategoryLuke
    Read More
  19. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 19

    CategoryLuke
    Read More
  20. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 20

    CategoryLuke
    Read More
  21. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 21

    CategoryLuke
    Read More
  22. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 22

    CategoryLuke
    Read More
  23. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 23

    CategoryLuke
    Read More
  24. Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 24

    CategoryLuke
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소