Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 22:1 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα
Luk 22:2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν ἐφοβοῦντο γὰρ τὸν λαόν
Luk 22:3 Εἰσῆλθεν δὲ ὁ Σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα·
Luk 22:4 καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ τοῖς στρατηγοῖς τὸ πῶς αὐτόν παραδῷ αὐτοῖς
Luk 22:5 καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι
Luk 22:6 καὶ ἐξωμολόγησεν καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου
Luk 22:7 Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα·
Luk 22:8 καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν
Luk 22:9 οἱ δὲ εἶπον αὐτῷ Ποῦ θέλεις ἑτοιμάσωμεν
Luk 22:10 ὁ δὲ εἶπεν αὐτοῖς Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται
Luk 22:11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας Λέγει σοι ὁ διδάσκαλος Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω
Luk 22:12 κἀκεῖνος ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε
Luk 22:13 ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκεν αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα
Luk 22:14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα ἀνέπεσεν καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ
Luk 22:15 καὶ εἶπεν πρὸς αὐτούς Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ ὑμῶν πρὸ τοῦ με παθεῖν·
Luk 22:16 λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ, ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ
Luk 22:17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν Λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς·
Luk 22:18 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ
Luk 22:19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων Τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν
Luk 22:20 ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον.
Luk 22:21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ ἐμοῦ ἐπὶ τῆς τραπέζης·
Luk 22:22 καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι οὗ παραδίδοται
Luk 22:23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν
Luk 22:24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων
Luk 22:25 ὁ δὲ εἶπεν αὐτοῖς Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται
Luk 22:26 ὑμεῖς δὲ οὐχ οὕτως ἀλλ ὁ μείζων ἐν ὑμῖν γενέσθω ὡς ὁ νεώτερος καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν
Luk 22:27 τίς γὰρ μείζων ὁ ἀνακείμενος ἢ ὁ διακονῶν οὐχὶ ὁ ἀνακείμενος ἐγὼ δὲ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν
Luk 22:28 ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου·
Luk 22:29 κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν
Luk 22:30 ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου καὶ καθίσησθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ
Luk 22:31 εἶπεν δὲ ὁ Κύριος, Σίμων Σίμων ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·
Luk 22:32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου
Luk 22:33 ὁ δὲ εἶπεν αὐτῷ Κύριε μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι
Luk 22:34 ὁ δὲ εἶπεν Λέγω σοι Πέτρε οὐ μή φωνήσει σήμερον ἀλέκτωρ πρὶν ἢ τρίς ἀπαρνήσῃ μή εἰδέναι με
Luk 22:35 Καὶ εἶπεν αὐτοῖς Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων μή τινος ὑστερήσατε οἱ δὲ εἶπον, οὐδενός
Luk 22:36 εἶπεν οὖν αὐτοῖς Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω ὁμοίως καὶ πήραν καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν
Luk 22:37 λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει
Luk 22:38 οἱ δὲ εἶπον, Κύριε ἰδοὺ μάχαιραι ὧδε δύο ὁ δὲ εἶπεν αὐτοῖς Ἱκανόν ἐστιν
Luk 22:39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί αὐτοῦ.
Luk 22:40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν
Luk 22:41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ αὐτῶν ὡσεὶ λίθου βολήν καὶ θεὶς τὰ γόνατα προσηύχετο
Luk 22:42 λέγων Πάτερ εἰ βούλει παρενεγκεῖν τὸ ποτήριον τοῦτο ἀπ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γενέσθω.
Luk 22:43 ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ οὐρανοῦ ἐνισχύων αὐτόν
Luk 22:44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν
Luk 22:45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης
Luk 22:46 καὶ εἶπεν αὐτοῖς Τί καθεύδετε ἀναστάντες προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν
Luk 22:47 Ἔτι δέ αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτῶν, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν
Luk 22:48 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ Ἰούδα φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως
Luk 22:49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ, Κύριε εἰ πατάξομεν ἐν μαχαίρᾳ;
Luk 22:50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν
Luk 22:51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ ἰάσατο αὐτόν
Luk 22:52 εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους Ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων
Luk 22:53 καθ ἡμέραν ὄντος μου μεθ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ ἐμέ ἀλλ αὕτη ὑμῶν ἐστὶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους
Luk 22:54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν
Luk 22:55 ἀψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν,
Luk 22:56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν Καὶ οὗτος σὺν αὐτῷ ἦν·
Luk 22:57 ὁ δὲ ἠρνήσατο αὐτόν λέγων γύναι Οὐκ οἶδα αὐτὸν
Luk 22:58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη Καὶ σὺ ἐξ αὐτῶν εἶ ὁ δὲ Πέτρος εἴπεν, Ἄνθρωπε οὐκ εἰμί
Luk 22:59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων Ἐπ ἀληθείας καὶ οὗτος μετ αὐτοῦ ἦν καὶ γὰρ Γαλιλαῖός ἐστιν
Luk 22:60 εἶπεν δὲ ὁ Πέτρος Ἄνθρωπε οὐκ οἶδα ὃ λέγεις καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ὁ ἀλέκτωρ
Luk 22:61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι ἀπαρνήσῃ με τρίς
Luk 22:62 καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσεν πικρῶς
Luk 22:63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ δέροντες
Luk 22:64 καὶ περικαλύψαντες αὐτὸν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον, καὶ ἐπηρώτων αὐτὸν, λέγοντες Προφήτευσον τίς ἐστιν ὁ παίσας σε
Luk 22:65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν
Luk 22:66 Καὶ ὡς ἐγένετο ἡμέρα συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ ἀρχιερεῖς τε καὶ γραμματεῖς καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον ἑαυτῶν, λέγοντες
Luk 22:67 Εἰ σὺ εἶ ὁ Χριστός εἰπὲ ἡμῖν εἶπεν δὲ αὐτοῖς Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε·
Luk 22:68 ἐὰν δὲ καὶ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε μοι, ἢ ἀπολύσητε.
Luk 22:69 ἀπὸ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ
Luk 22:70 εἶπον δὲ πάντες Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ ὁ δὲ πρὸς αὐτοὺς ἔφη Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι
Luk 22:71 οἱ δὲ εἶπον, Τί ἔτι χρείαν ἔχομεν μαρτυρίας αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ

List of Articles
번호 분류 제목
260 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 22
259 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 21
258 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 20
257 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 19
256 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 18
255 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 17
254 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 16
253 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 15
252 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 14
251 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 13
250 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 12
249 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 11
248 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 10
247 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 09
246 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 08
245 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 07
244 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 06
243 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 05
242 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 04
241 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 03
240 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 02
239 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 01
238 Jude Stephanus (Robert Estienne's) 1550 Greek NT, Jude, Chapter 01
237 3 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 3 John, Chapter 01
236 2 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 John, Chapter 01
235 1 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 John, Chapter 05
234 1 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 John, Chapter 04
233 1 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 John, Chapter 03
232 1 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 John, Chapter 02
231 1 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 John, Chapter 01
230 2 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Peter, Chapter 03
229 2 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Peter, Chapter 02
228 2 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Peter, Chapter 01
227 1 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Peter, Chapter 05
226 1 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Peter, Chapter 04
225 1 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Peter, Chapter 03
224 1 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Peter, Chapter 02
223 1 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Peter, Chapter 01
222 James Stephanus (Robert Estienne's) 1550 Greek NT, James, Chapter 05
221 James Stephanus (Robert Estienne's) 1550 Greek NT, James, Chapter 04
220 James Stephanus (Robert Estienne's) 1550 Greek NT, James, Chapter 03
219 James Stephanus (Robert Estienne's) 1550 Greek NT, James, Chapter 02
218 James Stephanus (Robert Estienne's) 1550 Greek NT, James, Chapter 01
217 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 13
216 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 12
215 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 11
214 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 10
213 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 09
212 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 08
211 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 07
210 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 06
209 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 05
208 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 04
207 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 03
206 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 02
205 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 01
204 Philemon Stephanus (Robert Estienne's) 1550 Greek NT, Philemon, Chapter 01
203 Titus Stephanus (Robert Estienne's) 1550 Greek NT, Titus, Chapter 03
202 Titus Stephanus (Robert Estienne's) 1550 Greek NT, Titus, Chapter 02
201 Titus Stephanus (Robert Estienne's) 1550 Greek NT, Titus, Chapter 01
200 2 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Timothy, Chapter 04
199 2 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Timothy, Chapter 03
198 2 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Timothy, Chapter 02
197 2 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Timothy, Chapter 01
196 1 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Timothy, Chapter 06
195 1 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Timothy, Chapter 05
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소