Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 21:1 Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους
Luk 21:2 εἶδεν δέ καὶ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτὰ
Luk 21:3 καὶ εἶπεν Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν·
Luk 21:4 ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλεν
Luk 21:5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν
Luk 21:6 Ταῦτα ἃ θεωρεῖτε ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται
Luk 21:7 Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες Διδάσκαλε πότε οὖν ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι
Luk 21:8 ὁ δὲ εἶπεν Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὃτι Ἐγώ εἰμι καί Ὁ καιρὸς ἤγγικεν μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν
Luk 21:9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον ἀλλ οὐκ εὐθέως τὸ τέλος
Luk 21:10 Τότε ἔλεγεν αὐτοῖς Ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν
Luk 21:11 σεισμοί τε μεγάλοι κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ ἔσονται φόβητρά τε καὶ σημεῖα ἀπ οὐρανοῦ μεγάλα ἔσται
Luk 21:12 πρὸ δὲ τούτων ἅπαντων ἐπιβαλοῦσιν ἐφ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·
Luk 21:13 ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον
Luk 21:14 θέσθε οὖν εἴς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι·
Luk 21:15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν
Luk 21:16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν
Luk 21:17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου
Luk 21:18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται
Luk 21:19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν
Luk 21:20 Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τήν Ἰερουσαλήμ τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς
Luk 21:21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν
Luk 21:22 ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πληρωθῆναι πάντα τὰ γεγραμμένα
Luk 21:23 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ ἐν τῷ λαῷ τούτῳ
Luk 21:24 καὶ πεσοῦνται στόματι μαχαίρας καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν ἄχρι πληρωθῶσιν καιροὶ ἐθνῶν
Luk 21:25 Καὶ ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἠχούσης· θαλάσσης καὶ σάλου
Luk 21:26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται
Luk 21:27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς
Luk 21:28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν
Luk 21:29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·
Luk 21:30 ὅταν προβάλωσιν ἤδη βλέποντες ἀφ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν·
Luk 21:31 οὕτως καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα γινόμενα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ
Luk 21:32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται
Luk 21:33 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν
Luk 21:34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς καὶ αἰφνίδιος ἐφ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη
Luk 21:35 ὡς παγίς· γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς
Luk 21:36 ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι ἵνα καταξιωθῆτε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου
Luk 21:37 Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν·
Luk 21:38 καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ

  1. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 01

  2. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 02

  3. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 03

  4. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 04

  5. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 05

  6. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 06

  7. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 07

  8. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 08

  9. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 09

  10. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 10

  11. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 11

  12. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 12

  13. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 13

  14. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 14

  15. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 15

  16. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 16

  17. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 17

  18. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 18

  19. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 19

  20. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 20

  21. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 21

  22. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 22

  23. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 23

  24. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 24

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소