Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 16:1 Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς αὐτοῦ Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ,
Luk 16:2 καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ Τί τοῦτο ἀκούω περὶ σοῦ ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου οὐ γὰρ δύνήσῃ ἔτι οἰκονομεῖν
Luk 16:3 εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος Τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ ἐμοῦ σκάπτειν οὐκ ἰσχύω ἐπαιτεῖν αἰσχύνομαι
Luk 16:4 ἔγνων τί ποιήσω ἵνα ὅταν μετασταθῶ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους αὐτῶν
Luk 16:5 καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ Πόσον ὀφείλεις τῷ κυρίῳ μου
Luk 16:6 ὁ δὲ εἶπεν Ἑκατὸν βάτους ἐλαίου καὶ εἶπεν αὐτῷ Δέξαι σου τὸ γράμμα, καὶ καθίσας ταχέως γράψον πεντήκοντα
Luk 16:7 ἔπειτα ἑτέρῳ εἶπεν Σὺ δὲ πόσον ὀφείλεις ὁ δὲ εἶπεν Ἑκατὸν κόρους σίτου καὶ λέγει αὐτῷ Δέξαι σου τὸ γράμμα, καὶ γράψον ὀγδοήκοντα
Luk 16:8 καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν
Luk 16:9 κα᾽γὼ ὑμῖν λέγω ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς
Luk 16:10 ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν
Luk 16:11 εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει
Luk 16:12 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε τὸ ὑμέτερον τίς ὑμῖν δώσει
Luk 16:13 Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ
Luk 16:14 Ἤκουον δὲ ταῦτα πάντα καὶ οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες καὶ ἐξεμυκτήριζον αὐτόν
Luk 16:15 καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ ἐστὶν.
Luk 16:16 Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται
Luk 16:17 Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν
Luk 16:18 Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει καὶ πᾶς ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει
Luk 16:19 Ἄνθρωπος δέ τις ἦν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ ἡμέραν λαμπρῶς
Luk 16:20 πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος
Luk 16:21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ
Luk 16:22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη
Luk 16:23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ὑπάρχων ἐν βασάνοις ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ
Luk 16:24 καὶ αὐτὸς φωνήσας εἶπεν Πάτερ Ἀβραάμ ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ
Luk 16:25 εἶπεν δὲ Ἀβραάμ· Τέκνον μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ οδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι
Luk 16:26 καὶ ἐπὶ πάσιν τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται ὅπως οἱ θέλοντες διαβῆναι ἐντεῦθεν πρὸς ὑμᾶς μὴ δύνωνται μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν
Luk 16:27 εἶπεν δέ Ἐρωτῶ οὖν σε πάτερ ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου
Luk 16:28 ἔχω γὰρ πέντε ἀδελφούς ὅπως διαμαρτύρηται αὐτοῖς ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου
Luk 16:29 λέγει αὐτῷ Ἀβραάμ ἔχουσιν Μωσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν
Luk 16:30 ὁ δὲ εἶπεν Οὐχί πάτερ Ἀβραάμ ἀλλ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν
Luk 16:31 εἶπεν δὲ αὐτῷ Εἰ Μωσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται

  1. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 01

  2. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 02

  3. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 03

  4. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 04

  5. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 05

  6. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 06

  7. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 07

  8. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 08

  9. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 09

  10. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 10

  11. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 11

  12. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 12

  13. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 13

  14. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 14

  15. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 15

  16. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 16

  17. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 17

  18. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 18

  19. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 19

  20. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 20

  21. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 21

  22. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 22

  23. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 23

  24. No Image 14Dec
    by 한글모레
    in Luke

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 24

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소