Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mar 13:1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ Διδάσκαλε ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί
Mar 13:2 καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς οὐ μὴ ἀφεθῇ λίθος ἐπὶ λίθῷ, ὃς οὐ μὴ καταλυθῇ
Mar 13:3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ἐπηρώτων αὐτὸν κατ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας
Mar 13:4 Εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι
Mar 13:5 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·
Mar 13:6 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι καὶ πολλοὺς πλανήσουσιν
Mar 13:7 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι ἀλλ οὔπω τὸ τέλος
Mar 13:8 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν καὶ ἔσονται σεισμοὶ κατὰ τόπους καὶ ἔσονται λιμοί· καὶ ταραχαί· ἀρχαὶ ὠδίνων ταῦτα
Mar 13:9 βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς
Mar 13:10 καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον
Mar 13:11 ὅταν δὲ ἄγαγωσιν ὑμᾶς παραδιδόντες μὴ προμεριμνᾶτε τί λαλήσητε μηδὲ μελετᾶτε· ἀλλ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον
Mar 13:12 παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς·
Mar 13:13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται
Mar 13:14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστός ὅπου οὐ δεῖ ὁ ἀναγινώσκων νοείτω τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη
Mar 13:15 ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν, μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ
Mar 13:16 καὶ ὁ εἰς τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ
Mar 13:17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις
Mar 13:18 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἠ φυγὴ ὑμῶν χειμῶνος·
Mar 13:19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ ἀρχῆς κτίσεως ἣς ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται
Mar 13:20 καὶ εἰ μὴ κύριος ἐκολόβωσεν τὰς ἡμέρας οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας
Mar 13:21 καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ Ἴδοὺ ὧδε ὁ Χριστός ἢ Ἰδού, ἐκεῖ μὴ πιστεύσητε
Mar 13:22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατόν καὶ τοὺς ἐκλεκτούς
Mar 13:23 ὑμεῖς δὲ βλέπετε· ἰδοῦ προείρηκα ὑμῖν πάντα
Mar 13:24 ἀλλ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς
Mar 13:25 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται
Mar 13:26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης
Mar 13:27 καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ, ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ
Mar 13:28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν αὐτῆς ἤδη ὁ κλάδος ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
Mar 13:29 οὕτως καὶ ὑμεῖς ὅταν ταῦτα ἴδητε γινόμενα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις
Mar 13:30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ πάντα ταῦτα γένηται
Mar 13:31 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν
Mar 13:32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ οὐδὲ ὁ υἱός εἰ μὴ ὁ πατήρ
Mar 13:33 βλέπετε ἀγρυπνεῖτε· καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν
Mar 13:34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ
Mar 13:35 γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται ὀψὲ ἢ μεσονυκτίου, ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ
Mar 13:36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας
Mar 13:37 ἃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω γρηγορεῖτε

List of Articles
번호 분류 제목
16 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 01
15 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 02
14 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 03
13 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 04
12 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 05
11 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 06
10 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 07
9 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 08
8 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 09
7 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 10
6 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 11
5 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 12
» Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 13
3 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 14
2 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 15
1 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 16
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소