Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 17:1 Καὶ μεθ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ ἰδίαν
Mat 17:2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς
Mat 17:3 καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ αὐτοῦ συλλαλοῦντες
Mat 17:4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ Κύριε καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις ποιήσωμεν ὧδε τρεῖς σκηνάς σοὶ μίαν καὶ Μωση μίαν καὶ μίαν Ἠλίᾳ
Mat 17:5 ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε
Mat 17:6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα
Mat 17:7 καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν Ἐγέρθητε καὶ μὴ φοβεῖσθε
Mat 17:8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τόν Ἰησοῦν μόνον
Mat 17:9 Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
Mat 17:10 καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον
Mat 17:11 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ἠλίας μὲν ἔρχεται πρῶτον καὶ ἀποκαταστήσει πάντα·
Mat 17:12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλ᾽ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ αὐτῶν
Mat 17:13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς
Mat 17:14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτῷ Καὶ λέγων
Mat 17:15 Κύριε ἐλέησόν μου τὸν υἱόν ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ
Mat 17:16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι
Mat 17:17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε ἔσομαι μεθ ὑμῶν ἕως πότε ἀνέξομαι ὑμῶν φέρετέ μοι αὐτὸν ὧδε
Mat 17:18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐξῆλθεν ἀπ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης
Mat 17:19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ ἰδίαν εἶπον Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό
Mat 17:20 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Διὰ τὴν ἀπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε τῷ ὄρει τούτῳ Μετάβηθι ἔντεῦθεν ἐκεῖ καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν
Mat 17:21 τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
Mat 17:22 ἀναστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων
Mat 17:23 καὶ ἀποκτενοῦσιν αὐτόν καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται καὶ ἐλυπήθησαν σφόδρα
Mat 17:24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναούμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα
Mat 17:25 λέγει Ναί καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων Τί σοι δοκεῖ Σίμων οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων
Mat 17:26 λέγει αὐτῷ ὁ Πέτρος, Ἀπὸ τῶν ἀλλοτρίων ἔφη αὐτῷ ὁ Ἰησοῦς Ἄραγε ἐλεύθεροί εἰσιν οἱ υἱοί
Mat 17:27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς πορευθεὶς εἰς τήν θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ

List of Articles
번호 분류 제목
28 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 01
27 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 02
26 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 03
25 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 04
24 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 05
23 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 06
22 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 07
21 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 08
20 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 09
19 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 10
18 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 11
17 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 12
16 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 13
15 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 14
14 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 15
13 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 16
» Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 17
11 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 18
10 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 19
9 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 20
8 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 21
7 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 22
6 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 23
5 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 24
4 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 25
3 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 26
2 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 27
1 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 28
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소