Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 13:1 Ἐν δὲ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν·
Mat 13:2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα καθῆσθαι καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει
Mat 13:3 καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν
Mat 13:4 καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά
Mat 13:5 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
Mat 13:6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη
Mat 13:7 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά
Mat 13:8 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν ὃ μὲν ἑκατόν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα
Mat 13:9 ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω
Mat 13:10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς
Mat 13:11 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν ἐκείνοις δὲ οὐ δέδοται
Mat 13:12 ὅστις γὰρ ἔχει δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει καὶ ὃ ἔχει ἀρθήσεται ἀπ αὐτοῦ
Mat 13:13 διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν
Mat 13:14 καὶ ἀναπληροῦται ἐπ᾽ αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε
Mat 13:15 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσωμαι αὐτούς
Mat 13:16 ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούει.
Mat 13:17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν
Mat 13:18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείροντος
Mat 13:19 παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς
Mat 13:20 ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν
Mat 13:21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται
Mat 13:22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον καὶ ἄκαρπος γίνεται
Mat 13:23 ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιών· ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατόν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα
Mat 13:24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ
Mat 13:25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἔσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν
Mat 13:26 ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν τότε ἐφάνη καὶ τὰ ζιζάνια
Mat 13:27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ Κύριε οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ πόθεν οὖν ἔχει τὰ ζιζάνια
Mat 13:28 ὁ δὲ ἔφη αὐτοῖς Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν οἱ δὲ δοῦλοι εἶπον αὐτῷ Θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά
Mat 13:29 ὁ δέ ἔφη, Οὔ μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον
Mat 13:30 ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ καὶ ἐν τῷ καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου
Mat 13:31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·
Mat 13:32 ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ
Mat 13:33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον
Mat 13:34 Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς
Mat 13:35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου
Mat 13:36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν ὁ Ἰησοῦς, καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ
Mat 13:37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου
Mat 13:38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος τὸ δὲ καλὸν σπέρμα οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ
Mat 13:39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν
Mat 13:40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· τούτου.
Mat 13:41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν
Mat 13:42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων
Mat 13:43 Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω
Mat 13:44 Πάλιν Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον
Mat 13:45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας·
Mat 13:46 ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν
Mat 13:47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·
Mat 13:48 ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον
Mat 13:49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων
Mat 13:50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων
Mat 13:51 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Συνήκατε ταῦτα πάντα λέγουσιν αὐτῷ Ναί Κύριε.
Mat 13:52 ὁ δὲ εἶπεν αὐτοῖς Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά
Mat 13:53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας μετῆρεν ἐκεῖθεν
Mat 13:54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις
Mat 13:55 οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός οὐχί ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας
Mat 13:56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν πόθεν οὖν τούτῳ ταῦτα πάντα
Mat 13:57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὑτοῦ
Mat 13:58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν

List of Articles
번호 분류 제목
260 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 22
259 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 21
258 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 20
257 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 19
256 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 18
255 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 17
254 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 16
253 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 15
252 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 14
251 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 13
250 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 12
249 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 11
248 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 10
247 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 09
246 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 08
245 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 07
244 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 06
243 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 05
242 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 04
241 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 03
240 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 02
239 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 01
238 Jude Stephanus (Robert Estienne's) 1550 Greek NT, Jude, Chapter 01
237 3 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 3 John, Chapter 01
236 2 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 John, Chapter 01
235 1 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 John, Chapter 05
234 1 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 John, Chapter 04
233 1 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 John, Chapter 03
232 1 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 John, Chapter 02
231 1 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 John, Chapter 01
230 2 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Peter, Chapter 03
229 2 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Peter, Chapter 02
228 2 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Peter, Chapter 01
227 1 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Peter, Chapter 05
226 1 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Peter, Chapter 04
225 1 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Peter, Chapter 03
224 1 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Peter, Chapter 02
223 1 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Peter, Chapter 01
222 James Stephanus (Robert Estienne's) 1550 Greek NT, James, Chapter 05
221 James Stephanus (Robert Estienne's) 1550 Greek NT, James, Chapter 04
220 James Stephanus (Robert Estienne's) 1550 Greek NT, James, Chapter 03
219 James Stephanus (Robert Estienne's) 1550 Greek NT, James, Chapter 02
218 James Stephanus (Robert Estienne's) 1550 Greek NT, James, Chapter 01
217 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 13
216 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 12
215 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 11
214 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 10
213 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 09
212 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 08
211 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 07
210 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 06
209 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 05
208 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 04
207 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 03
206 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 02
205 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 01
204 Philemon Stephanus (Robert Estienne's) 1550 Greek NT, Philemon, Chapter 01
203 Titus Stephanus (Robert Estienne's) 1550 Greek NT, Titus, Chapter 03
202 Titus Stephanus (Robert Estienne's) 1550 Greek NT, Titus, Chapter 02
201 Titus Stephanus (Robert Estienne's) 1550 Greek NT, Titus, Chapter 01
200 2 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Timothy, Chapter 04
199 2 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Timothy, Chapter 03
198 2 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Timothy, Chapter 02
197 2 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Timothy, Chapter 01
196 1 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Timothy, Chapter 06
195 1 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Timothy, Chapter 05
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소