Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 12:1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν
Mat 12:2 οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ
Mat 12:3 ὁ δὲ εἶπεν αὐτοῖς Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαβὶδ, ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ αὐτοῦ
Mat 12:4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν ὃυς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ αὐτοῦ εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις
Mat 12:5 ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν
Mat 12:6 λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μείζων ἐστιν ὧδε
Mat 12:7 εἰ δὲ ἐγνώκειτε τί ἐστιν Ἔλεον θέλω καὶ οὐ θυσίαν οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους
Mat 12:8 κύριος γάρ ἐστιν καί τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου
Mat 12:9 Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν·
Mat 12:10 καὶ ἰδοὺ ἄνθρωπος ἦν τὴν χεῖρα ἔχων ξηράν καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες Εἰ ἔξεστιν τοῖς σάββασιν θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ
Mat 12:11 ὁ δὲ εἶπεν αὐτοῖς Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ
Mat 12:12 πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν
Mat 12:13 τότε λέγει τῷ ἀνθρώπῳ Ἔκτεινόν τὴν χεῖρα σου καὶ ἐξέτεινεν καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη
Mat 12:14 οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ αὐτοῦ ἐξελθόντες ὅπως αὐτὸν ἀπολέσωσιν
Mat 12:15 Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί καὶ ἐθεράπευσεν αὐτοὺς πάντας
Mat 12:16 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν
Mat 12:17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος
Mat 12:18 Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ αὐτόν καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ
Mat 12:19 οὐκ ἐρίσει οὐδὲ κραυγάσει οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ
Mat 12:20 κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν
Mat 12:21 καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν
Mat 12:22 Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός καὶ ἐθεράπευσεν αὐτόν ὥστε τὸν τυφλὸν καὶ κωφὸν καὶ λαλεῖν καὶ βλέπειν
Mat 12:23 καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαβίδ;
Mat 12:24 οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων
Mat 12:25 εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς Πᾶσα βασιλεία μερισθεῖσα καθ ἑαυτῆς ἐρημοῦται καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ ἑαυτῆς οὐ σταθήσεται
Mat 12:26 καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει ἐφ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ
Mat 12:27 καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν διὰ τοῦτο αὐτοὶ ὑμῶν ἔσονται κριταὶ
Mat 12:28 εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια ἄρα ἔφθασεν ἐφ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ
Mat 12:29 ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει
Mat 12:30 ὁ μὴ ὢν μετ ἐμοῦ κατ ἐμοῦ ἐστιν καὶ ὁ μὴ συνάγων μετ ἐμοῦ σκορπίζει
Mat 12:31 Διὰ τοῦτο λέγω ὑμῖν πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις·
Mat 12:32 καὶ ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ· ὃς δ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι
Mat 12:33 Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται
Mat 12:34 γεννήματα ἐχιδνῶν πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ
Mat 12:35 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐκβάλλει τά ἀγαθά καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά
Mat 12:36 λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως·
Mat 12:37 ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ
Mat 12:38 Τότε ἀπεκρίθησαν τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες Διδάσκαλε θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν
Mat 12:39 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου
Mat 12:40 ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας
Mat 12:41 ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε
Mat 12:42 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος· καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε
Mat 12:43 Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου διέρχεται δι ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει
Mat 12:44 τότε λέγει ἐπιστρέψω Εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα σεσαρωμένον καὶ κεκοσμημένον
Mat 12:45 τότε πορεύεται καὶ παραλαμβάνει μεθ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ
Mat 12:46 Ἔτι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες αὐτῷ λαλῆσαι
Mat 12:47 εἶπεν δέ τις αὐτῷ Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν ζητοῦντές σοι λαλῆσαι
Mat 12:48 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ εἰπόντι αὐτῷ Τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου
Mat 12:49 καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν Ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου
Mat 12:50 ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν

List of Articles
번호 분류 제목
260 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 22
259 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 21
258 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 20
257 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 19
256 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 18
255 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 17
254 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 16
253 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 15
252 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 14
251 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 13
250 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 12
249 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 11
248 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 10
247 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 09
246 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 08
245 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 07
244 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 06
243 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 05
242 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 04
241 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 03
240 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 02
239 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 01
238 Jude Stephanus (Robert Estienne's) 1550 Greek NT, Jude, Chapter 01
237 3 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 3 John, Chapter 01
236 2 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 John, Chapter 01
235 1 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 John, Chapter 05
234 1 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 John, Chapter 04
233 1 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 John, Chapter 03
232 1 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 John, Chapter 02
231 1 John Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 John, Chapter 01
230 2 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Peter, Chapter 03
229 2 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Peter, Chapter 02
228 2 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Peter, Chapter 01
227 1 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Peter, Chapter 05
226 1 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Peter, Chapter 04
225 1 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Peter, Chapter 03
224 1 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Peter, Chapter 02
223 1 Peter Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Peter, Chapter 01
222 James Stephanus (Robert Estienne's) 1550 Greek NT, James, Chapter 05
221 James Stephanus (Robert Estienne's) 1550 Greek NT, James, Chapter 04
220 James Stephanus (Robert Estienne's) 1550 Greek NT, James, Chapter 03
219 James Stephanus (Robert Estienne's) 1550 Greek NT, James, Chapter 02
218 James Stephanus (Robert Estienne's) 1550 Greek NT, James, Chapter 01
217 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 13
216 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 12
215 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 11
214 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 10
213 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 09
212 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 08
211 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 07
210 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 06
209 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 05
208 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 04
207 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 03
206 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 02
205 Hebrews Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 01
204 Philemon Stephanus (Robert Estienne's) 1550 Greek NT, Philemon, Chapter 01
203 Titus Stephanus (Robert Estienne's) 1550 Greek NT, Titus, Chapter 03
202 Titus Stephanus (Robert Estienne's) 1550 Greek NT, Titus, Chapter 02
201 Titus Stephanus (Robert Estienne's) 1550 Greek NT, Titus, Chapter 01
200 2 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Timothy, Chapter 04
199 2 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Timothy, Chapter 03
198 2 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Timothy, Chapter 02
197 2 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Timothy, Chapter 01
196 1 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Timothy, Chapter 06
195 1 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Timothy, Chapter 05
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소