Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 8:1 Καταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί
Mat 8:2 καὶ ἰδοὺ λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ λέγων Κύριε ἐὰν θέλῃς δύνασαί με καθαρίσαι
Mat 8:3 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ὁ Ἰησοῦς λέγων Θέλω καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα
Mat 8:4 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς Ὅρα μηδενὶ εἴπῃς ἀλλ᾽ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε τὸ δῶρον ὃ προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς
Mat 8:5 Εἰσελθόντι δὲ τῷ Ἰησοῦ εἰς Καπερναούμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν
Mat 8:6 καὶ λέγων Κύριε ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός δεινῶς βασανιζόμενος
Mat 8:7 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν
Mat 8:8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη Κύριε οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς ἀλλὰ μόνον εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου
Mat 8:9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν ἔχων ὑπ ἐμαυτὸν στρατιώτας καὶ λέγω τούτῳ Πορεύθητι καὶ πορεύεται καὶ ἄλλῳ Ἔρχου καὶ ἔρχεται καὶ τῷ δούλῳ μου Ποίησον τοῦτο καὶ ποιεῖ
Mat 8:10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν Ἀμὴν λέγω ὑμῖν οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον
Mat 8:11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν
Mat 8:12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων
Mat 8:13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ, Ὕπαγε καὶ ὡς ἐπίστευσας γενηθήτω σοι καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ
Mat 8:14 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν·
Mat 8:15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός καὶ ἠγέρθη καὶ διηκόνει αὐτοῖς.
Mat 8:16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν
Mat 8:17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν
Mat 8:18 Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν
Mat 8:19 καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ Διδάσκαλε ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ
Mat 8:20 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ
Mat 8:21 ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ Κύριε ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου
Mat 8:22 ὁ δὲ Ἰησοῦς εῖπεν αὐτῷ Ἀκολούθει μοι καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς
Mat 8:23 Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ
Mat 8:24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων αὐτὸς δὲ ἐκάθευδεν
Mat 8:25 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτου ἤγειραν αὐτὸν λέγοντες Κύριε σῶσον ἡμᾶς, ἀπολλύμεθα
Mat 8:26 καὶ λέγει αὐτοῖς Τί δειλοί ἐστε ὀλιγόπιστοι τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ καὶ ἐγένετο γαλήνη μεγάλη
Mat 8:27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ
Mat 8:28 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης
Mat 8:29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες Τί ἡμῖν καὶ σοί Ἰησου υἱὲ τοῦ θεοῦ ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς
Mat 8:30 ἦν δὲ μακρὰν ἀπ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη
Mat 8:31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες Εἰ ἐκβάλλεις ἡμᾶς ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων
Mat 8:32 καὶ εἶπεν αὐτοῖς Ὑπάγετε οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν
Mat 8:33 οἱ δὲ βόσκοντες ἔφυγον καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων
Mat 8:34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν

  1. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 01

  2. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 02

  3. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 03

  4. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 04

  5. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 05

  6. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 06

  7. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 07

  8. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 08

  9. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 09

  10. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 10

  11. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 11

  12. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 12

  13. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 13

  14. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 14

  15. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 15

  16. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 16

  17. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 17

  18. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 18

  19. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 19

  20. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 20

  21. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 21

  22. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 22

  23. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 23

  24. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 24

  25. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 25

  26. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 26

  27. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 27

  28. No Image 14Dec
    by 한글모레
    in Matthew

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 28

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소