Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rev 7:1 Καὶ μετὰ ταῦτα εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπὶ πᾶν δένδρον.
Rev 7:2 καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
Rev 7:3 λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
Rev 7:4 καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ρμδ χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.
Rev 7:5 Ἐκ φυλῆς Ἰούδα, ιβ χιλιάδες ἐσφραγισμένοι· Ἐκ φυλῆς Ῥουβήν, ιβ χιλιάδες ἐσφραγισμένοι· Ἐκ φυλῆς Γάδ, ιβ χιλιάδες ἐσφραγισμένοι·
Rev 7:6 Ἐκ φυλῆς Ἀσήρ, ιβ χιλιάδες ἐσφραγισμένοι· Ἐκ φυλῆς Νεφθαλείμ, ιβ χιλιάδες ἐσφραγισμένοι· Ἐκ φυλῆς Μανασσῆ, ιβ χιλιάδες ἐσφραγισμένοι·
Rev 7:7 Ἐκ φυλῆς Συμεών, ιβ χιλιάδες ἐσφραγισμένοι· Ἐκ φυλῆς Λευΐ, ιβ χιλιάδες ἐσφραγισμένοι· Ἐκ φυλῆς Ἰσαχάρ, ιβ χιλιάδες ἐσφραγισμένοι·
Rev 7:8 Ἐκ φυλῆς Ζαβουλών, ιβ χιλιάδες ἐσφραγισμένοι· Ἐκ φυλῆς Ἰωσήφ, ιβ χιλιάδες ἐσφραγισμένοι· Ἐκ φυλῆς Βενιαμίν, ιβ χιλιάδες ἐσφραγισμένοι.
Rev 7:9 Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἠδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένοι στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·
Rev 7:10 καὶ κράζοντες φωνῇ μεγάλῃ, λέγοντες, Ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, καὶ τῷ ἀρνίῳ.
Rev 7:11 καὶ πάντες οἱ ἄγγελοι ἑστήκεσαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζώων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ πρόσωπον αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ,
Rev 7:12 λέγοντες, Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Rev 7:13 καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσί, καὶ πόθεν ἦλθον;
Rev 7:14 καὶ εἴρηκα αὐτῷ, Κύριε, σὺ οἶδας. καὶ εἶπέ μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου.
Rev 7:15 διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ· καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ᾽ αὐτούς.
Rev 7:16 οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα·
Rev 7:17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζώσας πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.

  1. Edition of Scrivener's, Revelation, Chapter 01

    CategoryRevelation
    Read More
  2. Edition of Scrivener's, Revelation, Chapter 02

    CategoryRevelation
    Read More
  3. Edition of Scrivener's, Revelation, Chapter 03

    CategoryRevelation
    Read More
  4. Edition of Scrivener's, Revelation, Chapter 04

    CategoryRevelation
    Read More
  5. Edition of Scrivener's, Revelation, Chapter 05

    CategoryRevelation
    Read More
  6. Edition of Scrivener's, Revelation, Chapter 06

    CategoryRevelation
    Read More
  7. Edition of Scrivener's, Revelation, Chapter 07

    CategoryRevelation
    Read More
  8. Edition of Scrivener's, Revelation, Chapter 08

    CategoryRevelation
    Read More
  9. Edition of Scrivener's, Revelation, Chapter 09

    CategoryRevelation
    Read More
  10. Edition of Scrivener's, Revelation, Chapter 10

    CategoryRevelation
    Read More
  11. Edition of Scrivener's, Revelation, Chapter 11

    CategoryRevelation
    Read More
  12. Edition of Scrivener's, Revelation, Chapter 12

    CategoryRevelation
    Read More
  13. Edition of Scrivener's, Revelation, Chapter 13

    CategoryRevelation
    Read More
  14. Edition of Scrivener's, Revelation, Chapter 14

    CategoryRevelation
    Read More
  15. Edition of Scrivener's, Revelation, Chapter 15

    CategoryRevelation
    Read More
  16. Edition of Scrivener's, Revelation, Chapter 16

    CategoryRevelation
    Read More
  17. Edition of Scrivener's, Revelation, Chapter 17

    CategoryRevelation
    Read More
  18. Edition of Scrivener's, Revelation, Chapter 18

    CategoryRevelation
    Read More
  19. Edition of Scrivener's, Revelation, Chapter 19

    CategoryRevelation
    Read More
  20. Edition of Scrivener's, Revelation, Chapter 20

    CategoryRevelation
    Read More
  21. Edition of Scrivener's, Revelation, Chapter 21

    CategoryRevelation
    Read More
  22. Edition of Scrivener's, Revelation, Chapter 22

    CategoryRevelation
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소