Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Act 3:1 Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην.
Act 3:2 καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο· ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν.
Act 3:3 ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερόν, ἠρώτα ἐλεημοσύνην.
Act 3:4 ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ, εἶπε, Βλέψον εἰς ἡμᾶς.
Act 3:5 ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν.
Act 3:6 εἶπε δὲ Πέτρος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειραι καὶ περιπάτει.
Act 3:7 καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά.
Act 3:8 καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερόν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.
Act 3:9 καὶ εἶδεν αὐτὸν πᾶς ὁ λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν·
Act 3:10 ἐπεγίνωσκόν τε αὐτὸν ὅτι οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ· καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
Act 3:11 Κρατοῦντος δὲ τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην, συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι.
Act 3:12 ἰδὼν δὲ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;
Act 3:13 ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς παρεδώκατε, καὶ ἠρνήσασθε αὐτὸν κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν.
Act 3:14 ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν,
Act 3:15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε· ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
Act 3:16 καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσε τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
Act 3:17 καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν.
Act 3:18 ὁ δὲ Θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν αὐτοῦ, παθεῖν τὸν Χριστόν, ἐπλήρωσεν οὕτω.
Act 3:19 μετανοήσατε οὖν καὶ ἐπιστρέψατε, εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου,
Act 3:20 καὶ ἀποστείλῃ τὸν προκεκηρυγμένον ὑμῖν Ἰησοῦν Χριστόν·
Act 3:21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων ἁγίων αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος.
Act 3:22 Μωσῆς μὲν γὰρ πρὸς τοὺς πατέρας εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
Act 3:23 ἔσται δέ, πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ.
Act 3:24 καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν, καὶ προκατήγγειλαν τὰς ἡμέρας ταύτας.
Act 3:25 ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ἡμῶν, λέγων πρὸς Ἀβραάμ, Καὶ τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
Act 3:26 ὑμῖν πρῶτον ὁ Θεός, ἀναστήσας τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.

  1. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 01

  2. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 02

  3. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 03

  4. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 04

  5. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 05

  6. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 06

  7. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 07

  8. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 08

  9. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 09

  10. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 10

  11. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 11

  12. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 12

  13. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 13

  14. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 14

  15. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 15

  16. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 16

  17. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 17

  18. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 18

  19. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 19

  20. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 20

  21. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 21

  22. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 22

  23. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 23

  24. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 24

  25. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 25

  26. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 26

  27. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 27

  28. No Image 15Dec
    by 한글모레
    in Acts

    Edition of Scrivener's, Acts, Chapter 28

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소