Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 16:1 Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον· καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.
Luk 16:2 καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ, Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δυνήσῃ ἔτι οἰκονομεῖν.
Luk 16:3 εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος, Τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾽ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι.
Luk 16:4 ἔγνων τί ποιήσω, ἵνα, ὅταν μετασταθῶ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους αὐτῶν.
Luk 16:5 καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ, ἔλεγε τῷ πρώτῳ, Πόσον ὀφείλεις τῷ κυρίῳ μου;
Luk 16:6 ὁ δὲ εἶπεν, Ἑκατὸν βάτους ἐλαίου. καὶ εἶπεν αὐτῷ, Δέξαι σου τὸ γράμμα, καὶ καθίσας ταχέως γράψον πεντήκοντα.
Luk 16:7 ἔπειτα ἑτέρῳ εἶπε, Σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν, Ἑκατὸν κόρους σίτου. καὶ λέγει αὐτῷ, Δέξαι σου τὸ γράμμα, καὶ γράψον ὀγδοήκοντα.
Luk 16:8 καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν ἑαυτῶν εἰσί.
Luk 16:9 κἀγὼ ὑμῖν λέγω, Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
Luk 16:10 ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.
Luk 16:11 εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;
Luk 16:12 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει;
Luk 16:13 οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.
Luk 16:14 Ἤκουον δὲ ταῦτα πάντα καὶ οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν.
Luk 16:15 καὶ εἶπεν αὐτοῖς, Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ ἐστιν.
Luk 16:16 ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται.
Luk 16:17 εὐκοπώτερον δέ ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.
Luk 16:18 πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει· καὶ πᾶς ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
Luk 16:19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ᾽ ἡμέραν λαμπρῶς.
Luk 16:20 πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος
Luk 16:21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ.
Luk 16:22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχόν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος, καὶ ἐτάφη.
Luk 16:23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.
Luk 16:24 καὶ αὐτὸς φωνήσας εἶπε, Πάτερ Ἀβραάμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου· ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.
Luk 16:25 εἶπε δὲ Ἀβραάμ, Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὅδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι.
Luk 16:26 καὶ ἐπὶ πᾶσι τούτοις, μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἐντεῦθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.
Luk 16:27 εἶπε δέ, Ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου,
Luk 16:28 ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.
Luk 16:29 λέγει αὐτῷ Ἀβραάμ, Ἔχουσι Μωσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.
Luk 16:30 ὁ δὲ εἶπεν, Οὐχί, πάτερ Ἀβραάμ· ἀλλ᾽ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν.
Luk 16:31 εἶπε δὲ αὐτῷ, Εἰ Μωσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδέ, ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται.

List of Articles
번호 분류 제목
62 Luke Edition of Scrivener's, Luke, Chapter 18
61 Luke Edition of Scrivener's, Luke, Chapter 17
» Luke Edition of Scrivener's, Luke, Chapter 16
59 Luke Edition of Scrivener's, Luke, Chapter 15
58 Luke Edition of Scrivener's, Luke, Chapter 14
57 Luke Edition of Scrivener's, Luke, Chapter 13
56 Luke Edition of Scrivener's, Luke, Chapter 12
55 Luke Edition of Scrivener's, Luke, Chapter 11
54 Luke Edition of Scrivener's, Luke, Chapter 10
53 Luke Edition of Scrivener's, Luke, Chapter 09
52 Luke Edition of Scrivener's, Luke, Chapter 08
51 Luke Edition of Scrivener's, Luke, Chapter 07
50 Luke Edition of Scrivener's, Luke, Chapter 06
49 Luke Edition of Scrivener's, Luke, Chapter 05
48 Luke Edition of Scrivener's, Luke, Chapter 04
47 Luke Edition of Scrivener's, Luke, Chapter 03
46 Luke Edition of Scrivener's, Luke, Chapter 02
45 Luke Edition of Scrivener's, Luke, Chapter 01
44 Mark Edition of Scrivener's, Mark, Chapter 16
43 Mark Edition of Scrivener's, Mark, Chapter 15
42 Mark Edition of Scrivener's, Mark, Chapter 14
41 Mark Edition of Scrivener's, Mark, Chapter 13
40 Mark Edition of Scrivener's, Mark, Chapter 12
39 Mark Edition of Scrivener's, Mark, Chapter 11
38 Mark Edition of Scrivener's, Mark, Chapter 10
37 Mark Edition of Scrivener's, Mark, Chapter 09
36 Mark Edition of Scrivener's, Mark, Chapter 08
35 Mark Edition of Scrivener's, Mark, Chapter 07
34 Mark Edition of Scrivener's, Mark, Chapter 06
33 Mark Edition of Scrivener's, Mark, Chapter 05
32 Mark Edition of Scrivener's, Mark, Chapter 04
31 Mark Edition of Scrivener's, Mark, Chapter 03
30 Mark Edition of Scrivener's, Mark, Chapter 02
29 Mark Edition of Scrivener's, Mark, Chapter 01
28 Matthew Edition of Scrivener's, Matthew, Chapter 28
27 Matthew Edition of Scrivener's, Matthew, Chapter 27
26 Matthew Edition of Scrivener's, Matthew, Chapter 26
25 Matthew Edition of Scrivener's, Matthew, Chapter 25
24 Matthew Edition of Scrivener's, Matthew, Chapter 24
23 Matthew Edition of Scrivener's, Matthew, Chapter 23
22 Matthew Edition of Scrivener's, Matthew, Chapter 22
21 Matthew Edition of Scrivener's, Matthew, Chapter 21
20 Matthew Edition of Scrivener's, Matthew, Chapter 20
19 Matthew Edition of Scrivener's, Matthew, Chapter 19
18 Matthew Edition of Scrivener's, Matthew, Chapter 18
17 Matthew Edition of Scrivener's, Matthew, Chapter 17
16 Matthew Edition of Scrivener's, Matthew, Chapter 16
15 Matthew Edition of Scrivener's, Matthew, Chapter 15
14 Matthew Edition of Scrivener's, Matthew, Chapter 14
13 Matthew Edition of Scrivener's, Matthew, Chapter 13
12 Matthew Edition of Scrivener's, Matthew, Chapter 12
11 Matthew Edition of Scrivener's, Matthew, Chapter 11
10 Matthew Edition of Scrivener's, Matthew, Chapter 10
9 Matthew Edition of Scrivener's, Matthew, Chapter 09
8 Matthew Edition of Scrivener's, Matthew, Chapter 08
7 Matthew Edition of Scrivener's, Matthew, Chapter 07
6 Matthew Edition of Scrivener's, Matthew, Chapter 06
5 Matthew Edition of Scrivener's, Matthew, Chapter 05
4 Matthew Edition of Scrivener's, Matthew, Chapter 04
3 Matthew Edition of Scrivener's, Matthew, Chapter 03
2 Matthew Edition of Scrivener's, Matthew, Chapter 02
1 Matthew Edition of Scrivener's, Matthew, Chapter 01
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소