Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Hebrews 6
1Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν,
2βαπτισμῶν ⸀διδαχὴν ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς ⸀τε νεκρῶν καὶ κρίματος αἰωνίου.
3καὶ τοῦτο ⸀ποιήσομεν ἐάνπερ ἐπιτρέπῃ ὁ θεός.
4Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου
5καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος,
6καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας.
7γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπʼ αὐτῆς ⸂ἐρχόμενον πολλάκις⸃ ὑετόν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις διʼ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ·
8ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.
9Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν·
10οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν ⸀καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.
11ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους,
12ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
13Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεός, ἐπεὶ κατʼ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι, ὤμοσεν καθʼ ἑαυτοῦ,
14λέγων· ⸀Εἰ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε·
15καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας.
16⸀ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος·
17ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ,
18ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι ⸀θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος·
19ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ⸀ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,
20ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.

  1. SBL Greek NT, Hebrews, Chapter 01

    CategoryHebrews
    Read More
  2. SBL Greek NT, Hebrews, Chapter 02

    CategoryHebrews
    Read More
  3. SBL Greek NT, Hebrews, Chapter 03

    CategoryHebrews
    Read More
  4. SBL Greek NT, Hebrews, Chapter 04

    CategoryHebrews
    Read More
  5. SBL Greek NT, Hebrews, Chapter 05

    CategoryHebrews
    Read More
  6. SBL Greek NT, Hebrews, Chapter 06

    CategoryHebrews
    Read More
  7. SBL Greek NT, Hebrews, Chapter 07

    CategoryHebrews
    Read More
  8. SBL Greek NT, Hebrews, Chapter 08

    CategoryHebrews
    Read More
  9. SBL Greek NT, Hebrews, Chapter 09

    CategoryHebrews
    Read More
  10. SBL Greek NT, Hebrews, Chapter 10

    CategoryHebrews
    Read More
  11. SBL Greek NT, Hebrews, Chapter 11

    CategoryHebrews
    Read More
  12. SBL Greek NT, Hebrews, Chapter 12

    CategoryHebrews
    Read More
  13. SBL Greek NT, Hebrews, Chapter 13

    CategoryHebrews
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소