Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
1 Corinthians 3
1Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ⸂λαλῆσαι ὑμῖν⸃ ὡς πνευματικοῖς ἀλλʼ ὡς ⸀σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ.
2γάλα ὑμᾶς ἐπότισα, ⸀οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. ἀλλʼ ⸀οὐδὲ ἔτι νῦν δύνασθε,
3ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ⸀ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
4ὅταν γὰρ λέγῃ τις· Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ· Ἐγὼ Ἀπολλῶ, ⸂οὐκ ἄνθρωποί⸃ ἐστε;
5⸀Τί οὖν ἐστιν ⸂Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος⸃; ⸀διάκονοι διʼ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν.
6ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὔξανεν·
7ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων, ἀλλʼ ὁ αὐξάνων θεός.
8ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον,
9θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.
10Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ⸀ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ·
11θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός·
12εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν ⸀θεμέλιον ⸂χρυσόν, ἄργυρον⸃, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,
13ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ ⸀αὐτὸ δοκιμάσει.
14εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται·
15εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
16Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ ⸂οἰκεῖ ἐν ὑμῖν⸃;
17εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
18Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός,
19ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν· γέγραπται γάρ· Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·
20καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι.
21ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,
22εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ⸀ὑμῶν,
23ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.

  1. No Image 31Dec
    by 한글모레
    in 1 Corinthians

    SBL Greek NT, 1 Corinthians, Chapter 01

  2. No Image 31Dec
    by 한글모레
    in 1 Corinthians

    SBL Greek NT, 1 Corinthians, Chapter 02

  3. No Image 31Dec
    by 한글모레
    in 1 Corinthians

    SBL Greek NT, 1 Corinthians, Chapter 03

  4. No Image 31Dec
    by 한글모레
    in 1 Corinthians

    SBL Greek NT, 1 Corinthians, Chapter 04

  5. No Image 31Dec
    by 한글모레
    in 1 Corinthians

    SBL Greek NT, 1 Corinthians, Chapter 05

  6. No Image 31Dec
    by 한글모레
    in 1 Corinthians

    SBL Greek NT, 1 Corinthians, Chapter 06

  7. No Image 31Dec
    by 한글모레
    in 1 Corinthians

    SBL Greek NT, 1 Corinthians, Chapter 07

  8. No Image 31Dec
    by 한글모레
    in 1 Corinthians

    SBL Greek NT, 1 Corinthians, Chapter 08

  9. No Image 31Dec
    by 한글모레
    in 1 Corinthians

    SBL Greek NT, 1 Corinthians, Chapter 09

  10. No Image 31Dec
    by 한글모레
    in 1 Corinthians

    SBL Greek NT, 1 Corinthians, Chapter 10

  11. No Image 31Dec
    by 한글모레
    in 1 Corinthians

    SBL Greek NT, 1 Corinthians, Chapter 11

  12. No Image 31Dec
    by 한글모레
    in 1 Corinthians

    SBL Greek NT, 1 Corinthians, Chapter 12

  13. No Image 31Dec
    by 한글모레
    in 1 Corinthians

    SBL Greek NT, 1 Corinthians, Chapter 13

  14. No Image 31Dec
    by 한글모레
    in 1 Corinthians

    SBL Greek NT, 1 Corinthians, Chapter 14

  15. No Image 31Dec
    by 한글모레
    in 1 Corinthians

    SBL Greek NT, 1 Corinthians, Chapter 15

  16. No Image 31Dec
    by 한글모레
    in 1 Corinthians

    SBL Greek NT, 1 Corinthians, Chapter 16

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소