Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

4:1 Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.
4:2 ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστιν,
4:3 καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.
4:4 Ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ.
4:5 αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν, διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ ὁ κόσμος αὐτῶν ἀκούει.
4:6 ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν θεὸν ἀκούει ἡμῶν· ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.
4:7 Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται καὶ γινώσκει τὸν θεόν.
4:8 ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν, ὅτι ὁ θεὸς ἀγάπη ἐστίν.
4:9 ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον, ἵνα ζήσωμεν δι᾽ αὐτοῦ.
4:10 ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν θεόν, ἀλλ᾽ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
4:11 Ἀγαπητοί, εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.
4:12 θεὸν οὐδεὶς πώποτε τεθέαται. ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ἐν ἡμῖν τετελειωμένη ἐστίν.
4:13 Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.
4:14 καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου.
4:15 ὃς ἐὰν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ.
4:16 καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν. Ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει, καὶ ὁ θεὸς ἐν αὐτῷ μένει.
4:17 ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾽ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.
4:18 φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾽ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.
4:19 ἡμεῖς ἀγαπῶμεν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.
4:20 ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν θεὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν θεὸν ὃν οὐχ ἑώρακεν οὐ δύναται ἀγαπᾶν.
4:21 καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾽ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.


List of Articles
번호 분류 제목
261 NT Greek NA28 NT
260 Matthew Greek NA28 NT, Matthew, Chapter 01
259 Matthew Greek NA28 NT, Matthew, Chapter 02
258 Matthew Greek NA28 NT, Matthew, Chapter 03
257 Matthew Greek NA28 NT, Matthew, Chapter 04
256 Matthew Greek NA28 NT, Matthew, Chapter 05
255 Matthew Greek NA28 NT, Matthew, Chapter 06
254 Matthew Greek NA28 NT, Matthew, Chapter 07
253 Matthew Greek NA28 NT, Matthew, Chapter 08
252 Matthew Greek NA28 NT, Matthew, Chapter 09
251 Matthew Greek NA28 NT, Matthew, Chapter 10
250 Matthew Greek NA28 NT, Matthew, Chapter 11
249 Matthew Greek NA28 NT, Matthew, Chapter 12
248 Matthew Greek NA28 NT, Matthew, Chapter 13
247 Matthew Greek NA28 NT, Matthew, Chapter 14
246 Matthew Greek NA28 NT, Matthew, Chapter 15
245 Matthew Greek NA28 NT, Matthew, Chapter 16
244 Matthew Greek NA28 NT, Matthew, Chapter 17
243 Matthew Greek NA28 NT, Matthew, Chapter 18
242 Matthew Greek NA28 NT, Matthew, Chapter 19
241 Matthew Greek NA28 NT, Matthew, Chapter 20
240 Matthew Greek NA28 NT, Matthew, Chapter 21
239 Matthew Greek NA28 NT, Matthew, Chapter 22
238 Matthew Greek NA28 NT, Matthew, Chapter 23
237 Matthew Greek NA28 NT, Matthew, Chapter 24
236 Matthew Greek NA28 NT, Matthew, Chapter 25
235 Matthew Greek NA28 NT, Matthew, Chapter 26
234 Matthew Greek NA28 NT, Matthew, Chapter 27
233 Matthew Greek NA28 NT, Matthew, Chapter 28
232 Mark Greek NA28 NT, Mark, Chapter 01
231 Mark Greek NA28 NT, Mark, Chapter 02
230 Mark Greek NA28 NT, Mark, Chapter 03
229 Mark Greek NA28 NT, Mark, Chapter 04
228 Mark Greek NA28 NT, Mark, Chapter 05
227 Mark Greek NA28 NT, Mark, Chapter 06
226 Mark Greek NA28 NT, Mark, Chapter 07
225 Mark Greek NA28 NT, Mark, Chapter 08
224 Mark Greek NA28 NT, Mark, Chapter 09
223 Mark Greek NA28 NT, Mark, Chapter 10
222 Mark Greek NA28 NT, Mark, Chapter 11
221 Mark Greek NA28 NT, Mark, Chapter 12
220 Mark Greek NA28 NT, Mark, Chapter 13
219 Mark Greek NA28 NT, Mark, Chapter 14
218 Mark Greek NA28 NT, Mark, Chapter 15
217 Mark Greek NA28 NT, Mark, Chapter 16
216 Luke Greek NA28 NT, Luke, Chapter 01
215 Luke Greek NA28 NT, Luke, Chapter 02
214 Luke Greek NA28 NT, Luke, Chapter 03
213 Luke Greek NA28 NT, Luke, Chapter 04
212 Luke Greek NA28 NT, Luke, Chapter 05
목록
Board Pagination Prev 1 2 3 4 5 6 Next
/ 6

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소