Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

2:1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ,
2:2 καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.
2:3 Συγκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ.
2:4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.
2:5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ.
2:6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.
2:7 νόει ὃ λέγω· δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.
2:8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου,
2:9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλ᾽ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται·
2:10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.
2:11 πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν·
2:12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς·
2:13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.
2:14 Ταῦτα ὑπομίμνῃσκε διαμαρτυρόμενος ἐνώπιον τοῦ θεοῦ μὴ λογομαχεῖν, ἐπ᾽ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.
2:15 σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.
2:16 τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας
2:17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει. ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος,
2:18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες [τὴν] ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν.
2:19 ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί· ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου.
2:20 Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν·
2:21 ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
2:22 Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην πίστιν ἀγάπην εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας.
2:23 τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσιν μάχας·
2:24 δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον,
2:25 ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας
2:26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.


List of Articles
번호 분류 제목
261 NT Greek NA28 NT
260 Matthew Greek NA28 NT, Matthew, Chapter 01
259 Matthew Greek NA28 NT, Matthew, Chapter 02
258 Matthew Greek NA28 NT, Matthew, Chapter 03
257 Matthew Greek NA28 NT, Matthew, Chapter 04
256 Matthew Greek NA28 NT, Matthew, Chapter 05
255 Matthew Greek NA28 NT, Matthew, Chapter 06
254 Matthew Greek NA28 NT, Matthew, Chapter 07
253 Matthew Greek NA28 NT, Matthew, Chapter 08
252 Matthew Greek NA28 NT, Matthew, Chapter 09
251 Matthew Greek NA28 NT, Matthew, Chapter 10
250 Matthew Greek NA28 NT, Matthew, Chapter 11
249 Matthew Greek NA28 NT, Matthew, Chapter 12
248 Matthew Greek NA28 NT, Matthew, Chapter 13
247 Matthew Greek NA28 NT, Matthew, Chapter 14
246 Matthew Greek NA28 NT, Matthew, Chapter 15
245 Matthew Greek NA28 NT, Matthew, Chapter 16
244 Matthew Greek NA28 NT, Matthew, Chapter 17
243 Matthew Greek NA28 NT, Matthew, Chapter 18
242 Matthew Greek NA28 NT, Matthew, Chapter 19
241 Matthew Greek NA28 NT, Matthew, Chapter 20
240 Matthew Greek NA28 NT, Matthew, Chapter 21
239 Matthew Greek NA28 NT, Matthew, Chapter 22
238 Matthew Greek NA28 NT, Matthew, Chapter 23
237 Matthew Greek NA28 NT, Matthew, Chapter 24
236 Matthew Greek NA28 NT, Matthew, Chapter 25
235 Matthew Greek NA28 NT, Matthew, Chapter 26
234 Matthew Greek NA28 NT, Matthew, Chapter 27
233 Matthew Greek NA28 NT, Matthew, Chapter 28
232 Mark Greek NA28 NT, Mark, Chapter 01
231 Mark Greek NA28 NT, Mark, Chapter 02
230 Mark Greek NA28 NT, Mark, Chapter 03
229 Mark Greek NA28 NT, Mark, Chapter 04
228 Mark Greek NA28 NT, Mark, Chapter 05
227 Mark Greek NA28 NT, Mark, Chapter 06
226 Mark Greek NA28 NT, Mark, Chapter 07
225 Mark Greek NA28 NT, Mark, Chapter 08
224 Mark Greek NA28 NT, Mark, Chapter 09
223 Mark Greek NA28 NT, Mark, Chapter 10
222 Mark Greek NA28 NT, Mark, Chapter 11
221 Mark Greek NA28 NT, Mark, Chapter 12
220 Mark Greek NA28 NT, Mark, Chapter 13
219 Mark Greek NA28 NT, Mark, Chapter 14
218 Mark Greek NA28 NT, Mark, Chapter 15
217 Mark Greek NA28 NT, Mark, Chapter 16
216 Luke Greek NA28 NT, Luke, Chapter 01
215 Luke Greek NA28 NT, Luke, Chapter 02
214 Luke Greek NA28 NT, Luke, Chapter 03
213 Luke Greek NA28 NT, Luke, Chapter 04
212 Luke Greek NA28 NT, Luke, Chapter 05
목록
Board Pagination Prev 1 2 3 4 5 6 Next
/ 6

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소