Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

2:1 Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρναβᾶ συμπαραλαβὼν καὶ Τίτον·
2:2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν· καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν, κατ᾽ ἰδίαν δὲ τοῖς δοκοῦσιν, μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον.
2:3 ἀλλ᾽ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι·
2:4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσουσιν,
2:5 οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.
2:6 Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι,- ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον [ὁ] θεὸς ἀνθρώπου οὐ λαμβάνει- ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο,
2:7 ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτομῆς,
2:8 ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη,
2:9 καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν·
2:10 μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.
2:11 Ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν.
2:12 πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτὸν φοβούμενος τοὺς ἐκ περιτομῆς.
2:13 καὶ συνυπεκρίθησαν αὐτῷ [καὶ] οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρναβᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.
2:14 ἀλλ᾽ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων· εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς καὶ οὐχὶ Ἰουδαϊκῶς ζῇς, πῶς τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν;
2:15 Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί·
2:16 εἰδότες [δὲ] ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ.
2:17 εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο.
2:18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνιστάνω.
2:19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι·
2:20 ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
2:21 Οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.


List of Articles
번호 분류 제목
261 NT Greek NA28 NT
260 Matthew Greek NA28 NT, Matthew, Chapter 01
259 Matthew Greek NA28 NT, Matthew, Chapter 02
258 Matthew Greek NA28 NT, Matthew, Chapter 03
257 Matthew Greek NA28 NT, Matthew, Chapter 04
256 Matthew Greek NA28 NT, Matthew, Chapter 05
255 Matthew Greek NA28 NT, Matthew, Chapter 06
254 Matthew Greek NA28 NT, Matthew, Chapter 07
253 Matthew Greek NA28 NT, Matthew, Chapter 08
252 Matthew Greek NA28 NT, Matthew, Chapter 09
251 Matthew Greek NA28 NT, Matthew, Chapter 10
250 Matthew Greek NA28 NT, Matthew, Chapter 11
249 Matthew Greek NA28 NT, Matthew, Chapter 12
248 Matthew Greek NA28 NT, Matthew, Chapter 13
247 Matthew Greek NA28 NT, Matthew, Chapter 14
246 Matthew Greek NA28 NT, Matthew, Chapter 15
245 Matthew Greek NA28 NT, Matthew, Chapter 16
244 Matthew Greek NA28 NT, Matthew, Chapter 17
243 Matthew Greek NA28 NT, Matthew, Chapter 18
242 Matthew Greek NA28 NT, Matthew, Chapter 19
241 Matthew Greek NA28 NT, Matthew, Chapter 20
240 Matthew Greek NA28 NT, Matthew, Chapter 21
239 Matthew Greek NA28 NT, Matthew, Chapter 22
238 Matthew Greek NA28 NT, Matthew, Chapter 23
237 Matthew Greek NA28 NT, Matthew, Chapter 24
236 Matthew Greek NA28 NT, Matthew, Chapter 25
235 Matthew Greek NA28 NT, Matthew, Chapter 26
234 Matthew Greek NA28 NT, Matthew, Chapter 27
233 Matthew Greek NA28 NT, Matthew, Chapter 28
232 Mark Greek NA28 NT, Mark, Chapter 01
231 Mark Greek NA28 NT, Mark, Chapter 02
230 Mark Greek NA28 NT, Mark, Chapter 03
229 Mark Greek NA28 NT, Mark, Chapter 04
228 Mark Greek NA28 NT, Mark, Chapter 05
227 Mark Greek NA28 NT, Mark, Chapter 06
226 Mark Greek NA28 NT, Mark, Chapter 07
225 Mark Greek NA28 NT, Mark, Chapter 08
224 Mark Greek NA28 NT, Mark, Chapter 09
223 Mark Greek NA28 NT, Mark, Chapter 10
222 Mark Greek NA28 NT, Mark, Chapter 11
221 Mark Greek NA28 NT, Mark, Chapter 12
220 Mark Greek NA28 NT, Mark, Chapter 13
219 Mark Greek NA28 NT, Mark, Chapter 14
218 Mark Greek NA28 NT, Mark, Chapter 15
217 Mark Greek NA28 NT, Mark, Chapter 16
216 Luke Greek NA28 NT, Luke, Chapter 01
215 Luke Greek NA28 NT, Luke, Chapter 02
214 Luke Greek NA28 NT, Luke, Chapter 03
213 Luke Greek NA28 NT, Luke, Chapter 04
212 Luke Greek NA28 NT, Luke, Chapter 05
목록
Board Pagination Prev 1 2 3 4 5 6 Next
/ 6

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소