Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

16:1 Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε.
16:2 κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται.
16:3 ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι᾽ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ·
16:4 ἐὰν δὲ ἄξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
16:5 Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι,
16:6 πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
16:7 οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς ἐὰν ὁ κύριος ἐπιτρέψῃ.
16:8 ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·
16:9 θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
16:10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε, ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ·
16:11 μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
16:12 Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτόν, ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ· ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
16:13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
16:14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
16:15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
16:16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
16:17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν·
16:18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
16:19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ.
16:20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
16:21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
16:22 εἴ τις οὐ φιλεῖ τὸν κύριον, ἤτω ἀνάθεμα. μαράνα θά.
16:23 ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μεθ᾽ ὑμῶν.
16:24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.


  1. No Image 08Apr
    by 한글 모레
    in 1 Corinthians

    Greek NA28 NT, 1 Corinthians, Chapter 01

  2. No Image 08Apr
    by 한글 모레
    in 1 Corinthians

    Greek NA28 NT, 1 Corinthians, Chapter 02

  3. No Image 08Apr
    by 한글 모레
    in 1 Corinthians

    Greek NA28 NT, 1 Corinthians, Chapter 03

  4. No Image 08Apr
    by 한글 모레
    in 1 Corinthians

    Greek NA28 NT, 1 Corinthians, Chapter 04

  5. No Image 08Apr
    by 한글 모레
    in 1 Corinthians

    Greek NA28 NT, 1 Corinthians, Chapter 05

  6. No Image 08Apr
    by 한글 모레
    in 1 Corinthians

    Greek NA28 NT, 1 Corinthians, Chapter 06

  7. No Image 08Apr
    by 한글 모레
    in 1 Corinthians

    Greek NA28 NT, 1 Corinthians, Chapter 07

  8. No Image 08Apr
    by 한글 모레
    in 1 Corinthians

    Greek NA28 NT, 1 Corinthians, Chapter 08

  9. No Image 08Apr
    by 한글 모레
    in 1 Corinthians

    Greek NA28 NT, 1 Corinthians, Chapter 09

  10. No Image 08Apr
    by 한글 모레
    in 1 Corinthians

    Greek NA28 NT, 1 Corinthians, Chapter 10

  11. No Image 08Apr
    by 한글 모레
    in 1 Corinthians

    Greek NA28 NT, 1 Corinthians, Chapter 11

  12. No Image 08Apr
    by 한글 모레
    in 1 Corinthians

    Greek NA28 NT, 1 Corinthians, Chapter 12

  13. No Image 08Apr
    by 한글 모레
    in 1 Corinthians

    Greek NA28 NT, 1 Corinthians, Chapter 13

  14. No Image 08Apr
    by 한글 모레
    in 1 Corinthians

    Greek NA28 NT, 1 Corinthians, Chapter 14

  15. No Image 08Apr
    by 한글 모레
    in 1 Corinthians

    Greek NA28 NT, 1 Corinthians, Chapter 15

  16. No Image 08Apr
    by 한글 모레
    in 1 Corinthians

    Greek NA28 NT, 1 Corinthians, Chapter 16

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소