Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

14:1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
14:2 οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
14:3 ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι [ἐπὶ] τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
14:4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
14:5 ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
14:6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον,
14:7 κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν.
14:8 Καί τις ἀνὴρ ἀδύνατος ἐν Λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὃς οὐδέποτε περιεπάτησεν.
14:9 οὗτος ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι,
14:10 εἶπεν μεγάλῃ φωνῇ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει.
14:11 οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς,
14:12 ἐκάλουν τε τὸν Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
14:13 ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.
14:14 Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος διαρρήξαντες τὰ ἱμάτια αὐτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζοντες
14:15 καὶ λέγοντες· ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
14:16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν·
14:17 καίτοι οὐκ ἀμάρτυρον αὐτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.
14:18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
14:19 Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως νομίζοντες αὐτὸν τεθνηκέναι.
14:20 κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. Καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
14:21 εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ εἰς Ἰκόνιον καὶ εἰς Ἀντιόχειαν
14:22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
14:23 χειροτονήσαντες δὲ αὐτοῖς κατ᾽ ἐκκλησίαν πρεσβυτέρους, προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.
14:24 Καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς τὴν Παμφυλίαν
14:25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν
14:26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
14:27 παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ᾽ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.
14:28 διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.


  1. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 01

  2. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 02

  3. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 03

  4. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 04

  5. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 05

  6. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 06

  7. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 07

  8. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 08

  9. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 09

  10. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 10

  11. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 11

  12. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 12

  13. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 13

  14. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 14

  15. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 15

  16. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 16

  17. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 17

  18. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 18

  19. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 19

  20. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 20

  21. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 21

  22. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 22

  23. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 23

  24. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 24

  25. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 25

  26. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 26

  27. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 27

  28. No Image 08Apr
    by 한글 모레
    in Acts

    Greek NA28 NT, Acts, Chapter 28

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소