8:1 Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί.
8:2 καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ λέγων· κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
8:3 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων· θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
8:4 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅρα μηδενὶ εἴπῃς, ἀλλ᾽ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.
8:5 Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν
8:6 καὶ λέγων· κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.
8:7 καὶ λέγει αὐτῷ· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.
8:8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
8:9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· ποίησον τοῦτο, καὶ ποιεῖ.
8:10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν, παρ᾽ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον.
8:11 Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν,
8:12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
8:13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ· ὕπαγε, ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς [αὐτοῦ] ἐν τῇ ὥρᾳ ἐκείνῃ.
8:14 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν·
8:15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ.
8:16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν,
8:17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.
8:18 Ἰδὼν δὲ ὁ Ἰησοῦς ὄχλον περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.
8:19 καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
8:20 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
8:21 ἕτερος δὲ τῶν μαθητῶν [αὐτοῦ] εἶπεν αὐτῷ· κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.
8:22 ὁ δὲ Ἰησοῦς λέγει αὐτῷ· ἀκολούθει μοι καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.
8:23 Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
8:24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων, αὐτὸς δὲ ἐκάθευδεν.
8:25 καὶ προσελθόντες ἤγειραν αὐτὸν λέγοντες· κύριε, σῶσον, ἀπολλύμεθα.
8:26 καὶ λέγει αὐτοῖς· τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
8:27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;
8:28 Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
8:29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
8:30 ἦν δὲ μακρὰν ἀπ᾽ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
8:31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων.
8:32 καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
8:33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
8:34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ Ἰησοῦ καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
-
Read More
Greek NA28 NT
CategoryNT -
Read More
Greek NA28 NT, Matthew, Chapter 01
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 02
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 03
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 04
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 05
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 06
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 07
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 08
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 09
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 10
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 11
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 12
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 13
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 14
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 15
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 16
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 17
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 18
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 19
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 20
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 21
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 22
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 23
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 24
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 25
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 26
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 27
CategoryMatthew -
Read More
Greek NA28 NT, Matthew, Chapter 28
CategoryMatthew -
Read More
Greek NA28 NT, Mark, Chapter 01
CategoryMark -
Read More
Greek NA28 NT, Mark, Chapter 02
CategoryMark -
Read More
Greek NA28 NT, Mark, Chapter 03
CategoryMark -
Read More
Greek NA28 NT, Mark, Chapter 04
CategoryMark -
Read More
Greek NA28 NT, Mark, Chapter 05
CategoryMark -
Read More
Greek NA28 NT, Mark, Chapter 06
CategoryMark -
Read More
Greek NA28 NT, Mark, Chapter 07
CategoryMark -
Read More
Greek NA28 NT, Mark, Chapter 08
CategoryMark -
Read More
Greek NA28 NT, Mark, Chapter 09
CategoryMark -
Read More
Greek NA28 NT, Mark, Chapter 10
CategoryMark -
Read More
Greek NA28 NT, Mark, Chapter 11
CategoryMark -
Read More
Greek NA28 NT, Mark, Chapter 12
CategoryMark -
Read More
Greek NA28 NT, Mark, Chapter 13
CategoryMark -
Read More
Greek NA28 NT, Mark, Chapter 14
CategoryMark -
Read More
Greek NA28 NT, Mark, Chapter 15
CategoryMark -
Read More
Greek NA28 NT, Mark, Chapter 16
CategoryMark -
Read More
Greek NA28 NT, Luke, Chapter 01
CategoryLuke -
Read More
Greek NA28 NT, Luke, Chapter 02
CategoryLuke -
Read More
Greek NA28 NT, Luke, Chapter 03
CategoryLuke -
Read More
Greek NA28 NT, Luke, Chapter 04
CategoryLuke -
Read More
Greek NA28 NT, Luke, Chapter 05
CategoryLuke
Previous
List