Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

9:1 ἔτους πρώτου ἐπὶ Δαρείου τοῦ Ξέρξου ἀπὸ τῆς γενεᾶς τῆς Μηδικῆς οἳ ἐβασίλευσαν ἐπὶ τὴν βασιλείαν τῶν Χαλδαίων
9:2 τῷ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐγὼ Δανιηλ διενοήθην ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν ὅτε ἐγένετο πρόσταγμα τῇ γῇ ἐπὶ Ιερεμιαν τὸν προφήτην ἐγεῖραι εἰς ἀναπλήρωσιν ὀνειδισμοῦ Ιερουσαλημ ἑβδομήκοντα ἔτη
9:3 καὶ ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ κύριον τὸν θεὸν εὑρεῖν προσευχὴν καὶ ἔλεος ἐν νηστείαις καὶ σάκκῳ καὶ σποδῷ
9:4 καὶ προσηυξάμην πρὸς κύριον τὸν θεὸν καὶ ἐξωμολογησάμην καὶ εἶπα ἰδού κύριε σὺ εἶ ὁ θεὸς ὁ μέγας καὶ ὁ ἰσχυρὸς καὶ ὁ φοβερὸς τηρῶν τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσί σε καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά σου
9:5 ἡμάρτομεν ἠδικήσαμεν ἠσεβήσαμεν καὶ ἀπέστημεν καὶ παρέβημεν τὰς ἐντολάς σου καὶ τὰ κρίματά σου
9:6 καὶ οὐκ ἠκούσαμεν τῶν παίδων σου τῶν προφητῶν ἃ ἐλάλησαν ἐπὶ τῷ ὀνόματί σου ἐπὶ τοὺς βασιλεῖς ἡμῶν καὶ δυνάστας ἡμῶν καὶ πατέρας ἡμῶν καὶ παντὶ ἔθνει ἐπὶ τῆς γῆς
9:7 σοί κύριε ἡ δικαιοσύνη καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου κατὰ τὴν ἡμέραν ταύτην ἀνθρώποις Ιουδα καὶ καθημένοις ἐν Ιερουσαλημ καὶ παντὶ τῷ λαῷ Ισραηλ τῷ ἔγγιστα καὶ τῷ ἀπωτέρω ἐν πάσαις ταῖς χώραις εἰς ἃς διεσκόρπισας αὐτοὺς ἐκεῖ ἐν τῇ πλημμελείᾳ ᾗ ἐπλημμέλησαν ἐναντίον σου
9:8 δέσποτα ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ δυνάσταις καὶ τοῖς πατράσιν ἡμῶν ὅτι ἡμάρτομέν σοι
9:9 τῷ κυρίῳ ἡ δικαιοσύνη καὶ τὸ ἔλεος ὅτι ἀπέστημεν ἀπὸ σοῦ
9:10 καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν κατακολουθῆσαι τῷ νόμῳ σου ᾧ ἔδωκας ἐνώπιον Μωσῆ καὶ ἡμῶν διὰ τῶν παίδων σου τῶν προφητῶν
9:11 καὶ πᾶς Ισραηλ ἐγκατέλιπε τὸν νόμον σου καὶ ἀπέστησαν τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς σου καὶ ἐπῆλθεν ἐφ᾽ ἡμᾶς ἡ κατάρα καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν τῷ νόμῳ Μωσῆ παιδὸς τοῦ θεοῦ ὅτι ἡμάρτομεν αὐτῷ
9:12 καὶ ἔστησεν ἡμῖν τὰ προστάγματα αὐτοῦ ὅσα ἐλάλησεν ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τοὺς κριτὰς ἡμῶν ὅσα ἔκρινας ἡμῖν ἐπαγαγεῖν ἐφ᾽ ἡμᾶς κακὰ μεγάλα οἷα οὐκ ἐγενήθη ὑπὸ τὸν οὐρανὸν καθότι ἐγενήθη ἐν Ιερουσαλημ
9:13 κατὰ τὰ γεγραμμένα ἐν διαθήκῃ Μωσῆ πάντα τὰ κακὰ ἐπῆλθεν ἡμῖν καὶ οὐκ ἐξεζητήσαμεν τὸ πρόσωπον κυρίου θεοῦ ἡμῶν ἀποστῆναι ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν καὶ διανοηθῆναι τὴν δικαιοσύνην σου κύριε
9:14 καὶ ἠγρύπνησε κύριος ὁ θεὸς ἐπὶ τὰ κακὰ καὶ ἐπήγαγεν ἐφ᾽ ἡμᾶς ὅτι δίκαιος κύριος ὁ θεὸς ἡμῶν ἐπὶ πάντα ὅσα ἂν ποιήσῃ καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ
9:15 καὶ νῦν δέσποτα κύριε ὁ θεὸς ἡμῶν ὁ ἐξαγαγὼν τὸν λαόν σου ἐξ Αἰγύπτου τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα κατὰ τὴν ἡμέραν ταύτην ἡμάρτομεν ἠγνοήκαμεν
9:16 δέσποτα κατὰ τὴν δικαιοσύνην σου ἀποστραφήτω ὁ θυμός σου καὶ ἡ ὀργή σου ἀπὸ τῆς πόλεώς σου Ιερουσαλημ ὄρους τοῦ ἁγίου σου ὅτι ἐν ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐν ταῖς ἀγνοίαις τῶν πατέρων ἡμῶν Ιερουσαλημ καὶ ὁ δῆμός σου κύριε εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς περικύκλῳ ἡμῶν
9:17 καὶ νῦν ἐπάκουσον δέσποτα τῆς προσευχῆς τοῦ παιδός σου καὶ ἐπὶ τὰς δεήσεις μου καὶ ἐπιβλεψάτω τὸ πρόσωπόν σου ἐπὶ τὸ ὄρος τὸ ἅγιόν σου τὸ ἔρημον ἕνεκεν τῶν δούλων σου δέσποτα
9:18 πρόσχες κύριε τὸ οὖς σου καὶ ἐπάκουσόν μου ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ τὴν ἐρήμωσιν ἡμῶν καὶ τῆς πόλεώς σου ἐφ᾽ ἧς ἐπεκλήθη τὸ ὄνομά σου ἐπ᾽ αὐτῆς οὐ γὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν ἡμεῖς δεόμεθα ἐν ταῖς προσευχαῖς ἡμῶν ἐνώπιόν σου ἀλλὰ διὰ τὸ σὸν ἔλεος
9:19 κύριε σὺ ἱλάτευσον κύριε ἐπάκουσον καὶ ποίησον καὶ μὴ χρονίσῃς ἕνεκα σεαυτοῦ δέσποτα ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ τὴν πόλιν σου Σιων καὶ ἐπὶ τὸν λαόν σου Ισραηλ
9:20 καὶ ἕως ἐγὼ ἐλάλουν προσευχόμενος καὶ ἐξομολογούμενος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ισραηλ καὶ δεόμενος ἐν ταῖς προσευχαῖς ἐναντίον κυρίου θεοῦ μου καὶ ὑπὲρ τοῦ ὄρους τοῦ ἁγίου τοῦ θεοῦ ἡμῶν
9:21 καὶ ἔτι λαλοῦντός μου ἐν τῇ προσευχῇ μου καὶ ἰδοὺ ὁ ἀνήρ ὃν εἶδον ἐν τῷ ὕπνῳ μου τὴν ἀρχήν Γαβριηλ τάχει φερόμενος προσήγγισέ μοι ἐν ὥρᾳ θυσίας ἑσπερινῆς
9:22 καὶ προσῆλθε καὶ ἐλάλησε μετ᾽ ἐμοῦ καὶ εἶπεν Δανιηλ ἄρτι ἐξῆλθον ὑποδεῖξαί σοι διάνοιαν
9:23 ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθε πρόσταγμα παρὰ κυρίου καὶ ἐγὼ ἦλθον ὑποδεῖξαί σοι ὅτι ἐλεεινὸς εἶ καὶ διανοήθητι τὸ πρόσταγμα
9:24 ἑβδομήκοντα ἑβδομάδες ἐκρίθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν Σιων συντελεσθῆναι τὴν ἁμαρτίαν καὶ τὰς ἀδικίας σπανίσαι καὶ ἀπαλεῖψαι τὰς ἀδικίας καὶ διανοηθῆναι τὸ ὅραμα καὶ δοθῆναι δικαιοσύνην αἰώνιον καὶ συντελεσθῆναι τὸ ὅραμα καὶ εὐφρᾶναι ἅγιον ἁγίων
9:25 καὶ γνώσῃ καὶ διανοηθήσῃ καὶ εὐφρανθήσῃ καὶ εὑρήσεις προστάγματα ἀποκριθῆναι καὶ οἰκοδομήσεις Ιερουσαλημ πόλιν κυρίῳ
9:26 καὶ μετὰ ἑπτὰ καὶ ἑβδομήκοντα καὶ ἑξήκοντα δύο ἀποσταθήσεται χρῖσμα καὶ οὐκ ἔσται καὶ βασιλεία ἐθνῶν φθερεῖ τὴν πόλιν καὶ τὸ ἅγιον μετὰ τοῦ χριστοῦ καὶ ἥξει ἡ συντέλεια αὐτοῦ μετ᾽ ὀργῆς καὶ ἕως καιροῦ συντελείας ἀπὸ πολέμου πολεμηθήσεται
9:27 καὶ δυναστεύσει ἡ διαθήκη εἰς πολλούς καὶ πάλιν ἐπιστρέψει καὶ ἀνοικοδομηθήσεται εἰς πλάτος καὶ μῆκος καὶ κατὰ συντέλειαν καιρῶν καὶ μετὰ ἑπτὰ καὶ ἑβδομήκοντα καιροὺς καὶ ἑξήκοντα δύο ἔτη ἕως καιροῦ συντελείας πολέμου καὶ ἀφαιρεθήσεται ἡ ἐρήμωσις ἐν τῷ κατισχῦσαι τὴν διαθήκην ἐπὶ πολλὰς ἑβδομάδας καὶ ἐν τῷ τέλει τῆς ἑβδομάδος ἀρθήσεται ἡ θυσία καὶ ἡ σπονδή καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται ἕως συντελείας καὶ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν


List of Articles
번호 분류 제목
930 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 01
929 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 02
928 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 03
927 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 04
926 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 05
925 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 06
924 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 07
923 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 08
922 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 09
921 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 10
920 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 11
919 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 12
918 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 13
917 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 14
916 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 15
915 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 16
914 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 17
913 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 18
912 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 19
911 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 20
910 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 21
909 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 22
908 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 23
907 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 24
906 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 25
905 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 26
904 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 27
903 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 28
902 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 29
901 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 30
900 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 31
899 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 32
898 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 33
897 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 34
896 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 35
895 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 36
894 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 37
893 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 38
892 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 39
891 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 40
890 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 41
889 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 42
888 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 43
887 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 44
886 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 45
885 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 46
884 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 47
883 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 48
882 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 49
881 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 50
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 19 Next
/ 19

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소