17:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
17:2 υἱὲ ἀνθρώπου διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ισραηλ
17:3 καὶ ἐρεῖς τάδε λέγει κύριος ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ μακρὸς τῇ ἐκτάσει πλήρης ὀνύχων ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου
17:4 τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισεν καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χανααν εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά
17:5 καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφ᾽ ὕδατι πολλῷ ἐπιβλεπόμενον ἔταξεν αὐτό
17:6 καὶ ἀνέτειλεν καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν τῷ μεγέθει τοῦ ἐπιφαίνεσθαι αὐτήν τὰ κλήματα αὐτῆς ἐπ᾽ αὐτὴν καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινεν τὴν ἀναδενδράδα αὐτῆς
17:7 καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας μεγαλοπτέρυγος πολὺς ὄνυξιν καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν καὶ αἱ ῥίζαι αὐτῆς πρὸς αὐτόν καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς
17:8 εἰς πεδίον καλὸν ἐφ᾽ ὕδατι πολλῷ αὕτη πιαίνεται τοῦ ποιεῖν βλαστοὺς καὶ φέρειν καρπὸν τοῦ εἶναι εἰς ἄμπελον μεγάλην
17:9 διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος εἰ κατευθυνεῖ οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς καὶ οὐκ ἐν βραχίονι μεγάλῳ οὐδ᾽ ἐν λαῷ πολλῷ τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς
17:10 καὶ ἰδοὺ πιαίνεται μὴ κατευθυνεῖ οὐχ ἅμα τῷ ἅψασθαι αὐτῆς ἄνεμον τὸν καύσωνα ξηρανθήσεται ξηρασίᾳ σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται
17:11 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
17:12 υἱὲ ἀνθρώπου εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα οὐκ ἐπίστασθε τί ἦν ταῦτα εἰπόν ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ιερουσαλημ καὶ λήμψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα
17:13 καὶ λήμψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ καὶ τοὺς ἡγουμένους τῆς γῆς λήμψεται
17:14 τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ τὸ καθόλου μὴ ἐπαίρεσθαι τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ καὶ ἱστάνειν αὐτήν
17:15 καὶ ἀποστήσεται ἀπ᾽ αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν εἰ κατευθυνεῖ εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία καὶ παραβαίνων διαθήκην εἰ σωθήσεται
17:16 ζῶ ἐγώ λέγει κύριος ἐὰν μὴ ἐν ᾧ τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν ὃς ἠτίμωσεν τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου μετ᾽ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει
17:17 καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδ᾽ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραω πόλεμον ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι ψυχάς
17:18 καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην καὶ ἰδοὺ δέδωκεν τὴν χεῖρα αὐτοῦ καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ μὴ σωθήσεται
17:19 διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ζῶ ἐγὼ ἐὰν μὴ τὴν διαθήκην μου ἣν παρέβη καὶ τὴν ὁρκωμοσίαν μου ἣν ἠτίμωσεν καὶ δώσω αὐτὰ εἰς κεφαλὴν αὐτοῦ
17:20 καὶ ἐκπετάσω ἐπ᾽ αὐτὸν τὸ δίκτυόν μου καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ
17:21 ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ῥομφαίᾳ πεσοῦνται καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος λελάληκα
17:22 διότι τάδε λέγει κύριος καὶ λήμψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου ἐκ κορυφῆς καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταφυτεύσω ἐγὼ ἐπ᾽ ὄρος ὑψηλόν καὶ κρεμάσω αὐτὸν
17:23 ἐν ὄρει μετεώρῳ τοῦ Ισραηλ καὶ καταφυτεύσω καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται
17:24 καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου διότι ἐγὼ κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν καὶ ὑψῶν ξύλον ταπεινὸν καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν ἐγὼ κύριος λελάληκα καὶ ποιήσω
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 01
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 02
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 03
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 04
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 05
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 06
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 07
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 08
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 09
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 10
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 11
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 12
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 13
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 14
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 15
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 16
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 17
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 18
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 19
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 20
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 21
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 22
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 23
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 24
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 25
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 26
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 27
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 28
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 29
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 30
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 31
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 32
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 33
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 34
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 35
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 36
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 37
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 38
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 39
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 40
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 41
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 42
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 43
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 44
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 45
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 46
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 47
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 48
Previous
List