1:1 καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει ἐν τῷ τετάρτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ καὶ ἠνοίχθησαν οἱ οὐρανοί καὶ εἶδον ὁράσεις θεοῦ
1:2 πέμπτῃ τοῦ μηνός τοῦτο τὸ ἔτος τὸ πέμπτον τῆς αἰχμαλωσίας τοῦ βασιλέως Ιωακιμ
1:3 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιεζεκιηλ υἱὸν Βουζι τὸν ἱερέα ἐν γῇ Χαλδαίων ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ καὶ ἐγένετο ἐπ᾽ ἐμὲ χεὶρ κυρίου
1:4 καὶ εἶδον καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βορρᾶ καὶ νεφέλη μεγάλη ἐν αὐτῷ καὶ φέγγος κύκλῳ αὐτοῦ καὶ πῦρ ἐξαστράπτον καὶ ἐν τῷ μέσῳ αὐτοῦ ὡς ὅρασις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρὸς καὶ φέγγος ἐν αὐτῷ
1:5 καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζῴων καὶ αὕτη ἡ ὅρασις αὐτῶν ὁμοίωμα ἀνθρώπου ἐπ᾽ αὐτοῖς
1:6 καὶ τέσσαρα πρόσωπα τῷ ἑνί καὶ τέσσαρες πτέρυγες τῷ ἑνί
1:7 καὶ τὰ σκέλη αὐτῶν ὀρθά καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν καὶ σπινθῆρες ὡς ἐξαστράπτων χαλκός καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτῶν
1:8 καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν καὶ τὰ πρόσωπα αὐτῶν τῶν τεσσάρων
1:9 οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτά ἕκαστον κατέναντι τοῦ προσώπου αὐτῶν ἐπορεύοντο
1:10 καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν πρόσωπον ἀνθρώπου καὶ πρόσωπον λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσιν καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσιν καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσιν
1:11 καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν ἑκατέρῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν
1:12 καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτοῦ ἐπορεύετο οὗ ἂν ἦν τὸ πνεῦμα πορευόμενον ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον
1:13 καὶ ἐν μέσῳ τῶν ζῴων ὅρασις ὡς ἀνθράκων πυρὸς καιομένων ὡς ὄψις λαμπάδων συστρεφομένων ἀνὰ μέσον τῶν ζῴων καὶ φέγγος τοῦ πυρός καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστραπή
1:14
1:15 καὶ εἶδον καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζῴων τοῖς τέσσαρσιν
1:16 καὶ τὸ εἶδος τῶν τροχῶν ὡς εἶδος θαρσις καὶ ὁμοίωμα ἓν τοῖς τέσσαρσιν καὶ τὸ ἔργον αὐτῶν ἦν καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ
1:17 ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτὰ
1:18 οὐδ᾽ οἱ νῶτοι αὐτῶν καὶ ὕψος ἦν αὐτοῖς καὶ εἶδον αὐτά καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν
1:19 καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῷα ἐπορεύοντο οἱ τροχοὶ ἐχόμενοι αὐτῶν καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῷα ἀπὸ τῆς γῆς ἐξῄροντο οἱ τροχοί
1:20 οὗ ἂν ἦν ἡ νεφέλη ἐκεῖ τὸ πνεῦμα τοῦ πορεύεσθαι ἐπορεύοντο τὰ ζῷα καὶ οἱ τροχοὶ καὶ ἐξῄροντο σὺν αὐτοῖς διότι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς
1:21 ἐν τῷ πορεύεσθαι αὐτὰ ἐπορεύοντο καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς ἐξῄροντο σὺν αὐτοῖς ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς
1:22 καὶ ὁμοίωμα ὑπὲρ κεφαλῆς αὐτοῖς τῶν ζῴων ὡσεὶ στερέωμα ὡς ὅρασις κρυστάλλου ἐκτεταμένον ἐπὶ τῶν πτερύγων αὐτῶν ἐπάνωθεν
1:23 καὶ ὑποκάτω τοῦ στερεώματος αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι πτερυσσόμεναι ἑτέρα τῇ ἑτέρᾳ ἑκάστῳ δύο συνεζευγμέναι ἐπικαλύπτουσαι τὰ σώματα αὐτῶν
1:24 καὶ ἤκουον τὴν φωνὴν τῶν πτερύγων αὐτῶν ἐν τῷ πορεύεσθαι αὐτὰ ὡς φωνὴν ὕδατος πολλοῦ καὶ ἐν τῷ ἑστάναι αὐτὰ κατέπαυον αἱ πτέρυγες αὐτῶν
1:25 καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ ὄντος ὑπὲρ κεφαλῆς αὐτῶν
1:26 ὡς ὅρασις λίθου σαπφείρου ὁμοίωμα θρόνου ἐπ᾽ αὐτοῦ καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν
1:27 καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω εἶδον ὡς ὅρασιν πυρὸς καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ
1:28 ὡς ὅρασις τόξου ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ οὕτως ἡ στάσις τοῦ φέγγους κυκλόθεν αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης κυρίου καὶ εἶδον καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἤκουσα φωνὴν λαλοῦντος
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 01
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 02
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 03
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 04
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 05
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 06
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 07
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 08
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 09
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 10
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 11
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 12
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 13
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 14
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 15
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 16
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 17
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 18
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 19
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 20
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 21
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 22
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 23
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 24
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 25
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 26
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 27
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 28
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 29
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 30
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 31
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 32
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 33
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 34
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 35
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 36
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 37
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 38
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 39
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 40
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 41
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 42
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 43
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 44
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 45
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 46
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 47
-
Greek LXX(Rahlps), Ezekiel, Chapter 48
List