Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

1:1 καὶ οὗτοι οἱ λόγοι τοῦ βιβλίου οὓς ἔγραψεν Βαρουχ υἱὸς Νηριου υἱοῦ Μαασαιου υἱοῦ Σεδεκιου υἱοῦ Ασαδιου υἱοῦ Χελκιου ἐν Βαβυλῶνι
1:2 ἐν τῷ ἔτει τῷ πέμπτῳ ἐν ἑβδόμῃ τοῦ μηνὸς ἐν τῷ καιρῷ ᾧ ἔλαβον οἱ Χαλδαῖοι τὴν Ιερουσαλημ καὶ ἐνέπρησαν αὐτὴν ἐν πυρί
1:3 καὶ ἀνέγνω Βαρουχ τοὺς λόγους τοῦ βιβλίου τούτου ἐν ὠσὶν Ιεχονιου υἱοῦ Ιωακιμ βασιλέως Ιουδα καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ τῶν ἐρχομένων πρὸς τὴν βίβλον
1:4 καὶ ἐν ὠσὶν τῶν δυνατῶν καὶ υἱῶν τῶν βασιλέων καὶ ἐν ὠσὶ τῶν πρεσβυτέρων καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ ἀπὸ μικροῦ ἕως μεγάλου πάντων τῶν κατοικούντων ἐν Βαβυλῶνι ἐπὶ ποταμοῦ Σουδ
1:5 καὶ ἔκλαιον καὶ ἐνήστευον καὶ ηὔχοντο ἐναντίον κυρίου
1:6 καὶ συνήγαγον ἀργύριον καθὰ ἑκάστου ἠδύνατο ἡ χείρ
1:7 καὶ ἀπέστειλαν εἰς Ιερουσαλημ πρὸς Ιωακιμ υἱὸν Χελκιου υἱοῦ Σαλωμ τὸν ἱερέα καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς πάντα τὸν λαὸν τοὺς εὑρεθέντας μετ᾽ αὐτοῦ ἐν Ιερουσαλημ
1:8 ἐν τῷ λαβεῖν αὐτὸν τὰ σκεύη οἴκου κυρίου τὰ ἐξενεχθέντα ἐκ τοῦ ναοῦ ἀποστρέψαι εἰς γῆν Ιουδα τῇ δεκάτῃ τοῦ Σιουαν σκεύη ἀργυρᾶ ἃ ἐποίησεν Σεδεκιας υἱὸς Ιωσια βασιλεὺς Ιουδα
1:9 μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος τὸν Ιεχονιαν καὶ τοὺς ἄρχοντας καὶ τοὺς δεσμώτας καὶ τοὺς δυνατοὺς καὶ τὸν λαὸν τῆς γῆς ἀπὸ Ιερουσαλημ καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα
1:10 καὶ εἶπαν ἰδοὺ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἀργύριον καὶ ἀγοράσατε τοῦ ἀργυρίου ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας καὶ λίβανον καὶ ποιήσατε μαννα καὶ ἀνοίσατε ἐπὶ τὸ θυσιαστήριον κυρίου θεοῦ ἡμῶν
1:11 καὶ προσεύξασθε περὶ τῆς ζωῆς Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος καὶ εἰς ζωὴν Βαλτασαρ υἱοῦ αὐτοῦ ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς
1:12 καὶ δώσει κύριος ἰσχὺν ἡμῖν καὶ φωτίσει τοὺς ὀφθαλμοὺς ἡμῶν καὶ ζησόμεθα ὑπὸ τὴν σκιὰν Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος καὶ ὑπὸ τὴν σκιὰν Βαλτασαρ υἱοῦ αὐτοῦ καὶ δουλεύσομεν αὐτοῖς ἡμέρας πολλὰς καὶ εὑρήσομεν χάριν ἐναντίον αὐτῶν
1:13 καὶ προσεύξασθε περὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν ὅτι ἡμάρτομεν τῷ κυρίῳ θεῷ ἡμῶν καὶ οὐκ ἀπέστρεψεν ὁ θυμὸς κυρίου καὶ ἡ ὀργὴ αὐτοῦ ἀφ᾽ ἡμῶν ἕως τῆς ἡμέρας ταύτης
1:14 καὶ ἀναγνώσεσθε τὸ βιβλίον τοῦτο ὃ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἐξαγορεῦσαι ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ ἑορτῆς καὶ ἐν ἡμέραις καιροῦ
1:15 καὶ ἐρεῖτε τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη ἡμῖν δὲ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη ἀνθρώπῳ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ
1:16 καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς ἱερεῦσιν ἡμῶν καὶ τοῖς προφήταις ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν
1:17 ὧν ἡμάρτομεν ἔναντι κυρίου
1:18 καὶ ἠπειθήσαμεν αὐτῷ καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς κυρίου θεοῦ ἡμῶν πορεύεσθαι τοῖς προστάγμασιν κυρίου οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν
1:19 ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγεν κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης ἤμεθα ἀπειθοῦντες πρὸς κύριον θεὸν ἡμῶν καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ
1:20 καὶ ἐκολλήθη εἰς ἡμᾶς τὰ κακὰ καὶ ἡ ἀρά ἣν συνέταξεν κύριος τῷ Μωυσῇ παιδὶ αὐτοῦ ἐν ἡμέρᾳ ᾗ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι ὡς ἡ ἡμέρα αὕτη
1:21 καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν κατὰ πάντας τοὺς λόγους τῶν προφητῶν ὧν ἀπέστειλεν πρὸς ἡμᾶς
1:22 καὶ ᾠχόμεθα ἕκαστος ἐν διανοίᾳ καρδίας αὐτοῦ τῆς πονηρᾶς ἐργάζεσθαι θεοῖς ἑτέροις ποιῆσαι τὰ κακὰ κατ᾽ ὀφθαλμοὺς κυρίου θεοῦ ἡμῶν


List of Articles
번호 분류 제목
234 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 01
233 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 02
232 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 03
231 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 04
230 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 05
229 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 06
228 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 07
227 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 08
226 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 09
225 Judith Greek LXX(Rahlps), Judith, Chapter 01
224 Judith Greek LXX(Rahlps), Judith, Chapter 02
223 Judith Greek LXX(Rahlps), Judith, Chapter 03
222 Judith Greek LXX(Rahlps), Judith, Chapter 04
221 Judith Greek LXX(Rahlps), Judith, Chapter 05
220 Judith Greek LXX(Rahlps), Judith, Chapter 06
219 Judith Greek LXX(Rahlps), Judith, Chapter 07
218 Judith Greek LXX(Rahlps), Judith, Chapter 08
217 Judith Greek LXX(Rahlps), Judith, Chapter 09
216 Judith Greek LXX(Rahlps), Judith, Chapter 10
215 Judith Greek LXX(Rahlps), Judith, Chapter 11
214 Judith Greek LXX(Rahlps), Judith, Chapter 12
213 Judith Greek LXX(Rahlps), Judith, Chapter 13
212 Judith Greek LXX(Rahlps), Judith, Chapter 14
211 Judith Greek LXX(Rahlps), Judith, Chapter 15
210 Judith Greek LXX(Rahlps), Judith, Chapter 16
209 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 01
208 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 02
207 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 03
206 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 04
205 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 05
204 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 06
203 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 07
202 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 08
201 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 09
200 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 10
199 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 11
198 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 12
197 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 13
196 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 14
195 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 01
194 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 02
193 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 03
192 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 04
191 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 05
190 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 06
189 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 07
188 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 08
187 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 09
186 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 10
185 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 11
목록
Board Pagination Prev 1 2 3 4 5 Next
/ 5

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소