35:1 καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει Σεδεκια βασιλέως Ιουδα ἐν μηνὶ τῷ πέμπτῳ εἶπέν μοι Ανανιας υἱὸς Αζωρ ὁ ψευδοπροφήτης ὁ ἀπὸ Γαβαων ἐν οἴκῳ κυρίου κατ᾽ ὀφθαλμοὺς τῶν ἱερέων καὶ παντὸς τοῦ λαοῦ λέγων
35:2 οὕτως εἶπεν κύριος συνέτριψα τὸν ζυγὸν τοῦ βασιλέως Βαβυλῶνος
35:3 ἔτι δύο ἔτη ἡμερῶν ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον τοῦτον τὰ σκεύη οἴκου κυρίου
35:4 καὶ Ιεχονιαν καὶ τὴν ἀποικίαν Ιουδα ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος
35:5 καὶ εἶπεν Ιερεμιας πρὸς Ανανιαν κατ᾽ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ καὶ κατ᾽ ὀφθαλμοὺς τῶν ἱερέων τῶν ἑστηκότων ἐν οἴκῳ κυρίου
35:6 καὶ εἶπεν Ιερεμιας ἀληθῶς οὕτω ποιήσαι κύριος στήσαι τὸν λόγον σου ὃν σὺ προφητεύεις τοῦ ἐπιστρέψαι τὰ σκεύη οἴκου κυρίου καὶ πᾶσαν τὴν ἀποικίαν ἐκ Βαβυλῶνος εἰς τὸν τόπον τοῦτον
35:7 πλὴν ἀκούσατε τὸν λόγον κυρίου ὃν ἐγὼ λέγω εἰς τὰ ὦτα ὑμῶν καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ
35:8 οἱ προφῆται οἱ γεγονότες πρότεροί μου καὶ πρότεροι ὑμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἐπροφήτευσαν ἐπὶ γῆς πολλῆς καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον
35:9 ὁ προφήτης ὁ προφητεύσας εἰς εἰρήνην ἐλθόντος τοῦ λόγου γνώσονται τὸν προφήτην ὃν ἀπέστειλεν αὐτοῖς κύριος ἐν πίστει
35:10 καὶ ἔλαβεν Ανανιας ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου Ιερεμιου καὶ συνέτριψεν αὐτούς
35:11 καὶ εἶπεν Ανανιας κατ᾽ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ λέγων οὕτως εἶπεν κύριος οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος ἀπὸ τραχήλων πάντων τῶν ἐθνῶν καὶ ᾤχετο Ιερεμιας εἰς τὴν ὁδὸν αὐτοῦ
35:12 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν μετὰ τὸ συντρῖψαι Ανανιαν τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου αὐτοῦ λέγων
35:13 βάδιζε καὶ εἰπὸν πρὸς Ανανιαν λέγων οὕτως εἶπεν κύριος κλοιοὺς ξυλίνους συνέτριψας καὶ ποιήσω ἀντ᾽ αὐτῶν κλοιοὺς σιδηροῦς
35:14 ὅτι οὕτως εἶπεν κύριος ζυγὸν σιδηροῦν ἔθηκα ἐπὶ τὸν τράχηλον πάντων τῶν ἐθνῶν ἐργάζεσθαι τῷ βασιλεῖ Βαβυλῶνος
35:15 καὶ εἶπεν Ιερεμιας τῷ Ανανια οὐκ ἀπέσταλκέν σε κύριος καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπ᾽ ἀδίκῳ
35:16 διὰ τοῦτο οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς τούτῳ τῷ ἐνιαυτῷ ἀποθανῇ
35:17 καὶ ἀπέθανεν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 01
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 02
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 03
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 04
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 05
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 06
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 07
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 08
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 09
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 10
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 11
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 12
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 13
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 14
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 15
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 16
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 17
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 18
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 19
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 20
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 21
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 22
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 23
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 24
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 25
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 26
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 27
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 28
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 29
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 30
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 31
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 32
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 33
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 34
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 35
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 36
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 37
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 38
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 39
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 40
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 41
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 42
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 43
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 44
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 45
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 46
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 47
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 48
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 49
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 50
Previous
List