21:1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ὅτε ἀπέστειλεν πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδεκιας τὸν Πασχωρ υἱὸν Μελχιου καὶ Σοφονιαν υἱὸν Μαασαιου τὸν ἱερέα λέγων
21:2 ἐπερώτησον περὶ ἡμῶν τὸν κύριον ὅτι βασιλεὺς Βαβυλῶνος ἐφέστηκεν ἐφ᾽ ἡμᾶς εἰ ποιήσει κύριος κατὰ πάντα τὰ θαυμάσια αὐτοῦ καὶ ἀπελεύσεται ἀφ᾽ ἡμῶν
21:3 καὶ εἶπεν πρὸς αὐτοὺς Ιερεμιας οὕτως ἐρεῖτε πρὸς Σεδεκιαν βασιλέα Ιουδα
21:4 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικά ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους εἰς τὸ μέσον τῆς πόλεως ταύτης
21:5 καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς καὶ παροργισμοῦ μεγάλου
21:6 καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ τοὺς ἀνθρώπους καὶ τὰ κτήνη ἐν θανάτῳ μεγάλῳ καὶ ἀποθανοῦνται
21:7 καὶ μετὰ ταῦτα οὕτως λέγει κύριος δώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας εἰς χεῖρας ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας οὐ φείσομαι ἐπ᾽ αὐτοῖς καὶ οὐ μὴ οἰκτιρήσω αὐτούς
21:8 καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς τάδε λέγει κύριος ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου
21:9 ὁ καθήμενος ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκῦλα καὶ ζήσεται
21:10 διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσεται καὶ κατακαύσει αὐτὴν ἐν πυρί
21:11 ὁ οἶκος βασιλέως Ιουδα ἀκούσατε λόγον κυρίου
21:12 οἶκος Δαυιδ τάδε λέγει κύριος κρίνατε τὸ πρωὶ κρίμα καὶ κατευθύνατε καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου καὶ καυθήσεται καὶ οὐκ ἔσται ὁ σβέσων
21:13 ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σορ τὴν πεδινὴν τοὺς λέγοντας τίς πτοήσει ἡμᾶς ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν
21:14 καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 01
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 02
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 03
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 04
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 05
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 06
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 07
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 08
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 09
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 10
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 11
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 12
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 13
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 14
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 15
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 16
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 17
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 18
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 19
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 20
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 21
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 22
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 23
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 24
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 25
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 26
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 27
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 28
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 29
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 30
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 31
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 32
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 33
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 34
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 35
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 36
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 37
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 38
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 39
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 40
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 41
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 42
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 43
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 44
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 45
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 46
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 47
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 48
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 49
-
Greek LXX(Rahlps), Jeremiah, Chapter 50
Previous
List