Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

15:1 καὶ εἶπεν κύριος πρός με ἐὰν στῇ Μωυσῆς καὶ Σαμουηλ πρὸ προσώπου μου οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς ἐξαπόστειλον τὸν λαὸν τοῦτον καὶ ἐξελθέτωσαν
15:2 καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ ποῦ ἐξελευσόμεθα καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ὅσοι εἰς θάνατον εἰς θάνατον καὶ ὅσοι εἰς μάχαιραν εἰς μάχαιραν καὶ ὅσοι εἰς λιμόν εἰς λιμόν καὶ ὅσοι εἰς αἰχμαλωσίαν εἰς αἰχμαλωσίαν
15:3 καὶ ἐκδικήσω ἐπ᾽ αὐτοὺς τέσσαρα εἴδη λέγει κύριος τὴν μάχαιραν εἰς σφαγὴν καὶ τοὺς κύνας εἰς διασπασμὸν καὶ τὰ θηρία τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ εἰς διαφθοράν
15:4 καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς διὰ Μανασση υἱὸν Εζεκιου βασιλέα Ιουδα περὶ πάντων ὧν ἐποίησεν ἐν Ιερουσαλημ
15:5 τίς φείσεται ἐπὶ σοί Ιερουσαλημ καὶ τίς δειλιάσει ἐπὶ σοί ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι
15:6 σὺ ἀπεστράφης με λέγει κύριος ὀπίσω πορεύσῃ καὶ ἐκτενῶ τὴν χεῖρά μου καὶ διαφθερῶ σε καὶ οὐκέτι ἀνήσω αὐτούς
15:7 καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν
15:8 ἐπληθύνθησαν χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης ἐπήγαγον ἐπὶ μητέρα νεανίσκου ταλαιπωρίαν ἐν μεσημβρίᾳ ἐπέρριψα ἐπ᾽ αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν
15:9 ἐκενώθη ἡ τίκτουσα ἑπτά ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας κατῃσχύνθη καὶ ὠνειδίσθη τοὺς καταλοίπους αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχθρῶν αὐτῶν
15:10 οἴμμοι ἐγώ μῆτερ ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ οὔτε ὠφέλησα οὔτε ὠφέλησέν με οὐδείς ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με
15:11 γένοιτο δέσποτα κατευθυνόντων αὐτῶν εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν καὶ ἐν καιρῷ θλίψεως αὐτῶν εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν
15:12 εἰ γνωσθήσεται σίδηρος καὶ περιβόλαιον χαλκοῦν
15:13 ἡ ἰσχύς σου καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου
15:14 καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾗ οὐκ ᾔδεις ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου ἐφ᾽ ὑμᾶς καυθήσεται
15:15 κύριε μνήσθητί μου καὶ ἐπίσκεψαί με καὶ ἀθῴωσόν με ἀπὸ τῶν καταδιωκόντων με μὴ εἰς μακροθυμίαν γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν
15:16 ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου συντέλεσον αὐτούς καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ᾽ ἐμοί κύριε παντοκράτωρ
15:17 οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου κατὰ μόνας ἐκαθήμην ὅτι πικρίας ἐνεπλήσθην
15:18 ἵνα τί οἱ λυποῦντές με κατισχύουσίν μου ἡ πληγή μου στερεά πόθεν ἰαθήσομαι γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς οὐκ ἔχον πίστιν
15:19 διὰ τοῦτο τάδε λέγει κύριος ἐὰν ἐπιστρέψῃς καὶ ἀποκαταστήσω σε καὶ πρὸ προσώπου μου στήσῃ καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου ὡς στόμα μου ἔσῃ καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς αὐτούς
15:20 καὶ δώσω σε τῷ λαῷ τούτῳ ὡς τεῖχος ὀχυρὸν χαλκοῦν καὶ πολεμήσουσιν πρὸς σὲ καὶ οὐ μὴ δύνωνται πρὸς σέ διότι μετὰ σοῦ εἰμι τοῦ σῴζειν σε
15:21 καὶ ἐξαιρεῖσθαί σε ἐκ χειρὸς πονηρῶν καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμῶν


List of Articles
번호 분류 제목
930 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 01
929 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 02
928 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 03
927 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 04
926 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 05
925 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 06
924 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 07
923 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 08
922 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 09
921 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 10
920 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 11
919 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 12
918 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 13
917 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 14
916 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 15
915 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 16
914 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 17
913 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 18
912 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 19
911 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 20
910 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 21
909 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 22
908 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 23
907 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 24
906 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 25
905 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 26
904 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 27
903 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 28
902 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 29
901 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 30
900 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 31
899 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 32
898 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 33
897 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 34
896 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 35
895 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 36
894 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 37
893 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 38
892 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 39
891 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 40
890 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 41
889 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 42
888 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 43
887 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 44
886 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 45
885 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 46
884 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 47
883 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 48
882 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 49
881 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 50
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 19 Next
/ 19

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소