Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

6:1 ἐνισχύσατε υἱοὶ Βενιαμιν ἐκ μέσου τῆς Ιερουσαλημ καὶ ἐν Θεκουε σημάνατε σάλπιγγι καὶ ὑπὲρ Βαιθαχαρμα ἄρατε σημεῖον ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βορρᾶ καὶ συντριβὴ μεγάλη γίνεται
6:2 καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου θύγατερ Σιων
6:3 εἰς αὐτὴν ἥξουσιν ποιμένες καὶ τὰ ποίμνια αὐτῶν καὶ πήξουσιν ἐπ᾽ αὐτὴν σκηνὰς κύκλῳ καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ
6:4 παρασκευάσασθε ἐπ᾽ αὐτὴν εἰς πόλεμον ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾽ αὐτὴν μεσημβρίας οὐαὶ ἡμῖν ὅτι κέκλικεν ἡ ἡμέρα ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἑσπέρας
6:5 ἀνάστητε καὶ ἀναβῶμεν ἐν τῇ νυκτὶ καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς
6:6 ὅτι τάδε λέγει κύριος ἔκκοψον τὰ ξύλα αὐτῆς ἔκχεον ἐπὶ Ιερουσαλημ δύναμιν ὦ πόλις ψευδής ὅλη καταδυναστεία ἐν αὐτῇ
6:7 ὡς ψύχει λάκκος ὕδωρ οὕτως ψύχει κακία αὐτῆς ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διὰ παντός πόνῳ καὶ μάστιγι
6:8 παιδευθήσῃ Ιερουσαλημ μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ μὴ ποιήσω σε ἄβατον γῆν ἥτις οὐ κατοικηθήσεται
6:9 ὅτι τάδε λέγει κύριος καλαμᾶσθε καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ισραηλ ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ
6:10 πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι καὶ ἀκούσεται ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν καὶ οὐ δύνανται ἀκούειν ἰδοὺ τὸ ῥῆμα κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι
6:11 καὶ τὸν θυμόν μου ἔπλησα καὶ ἐπέσχον καὶ οὐ συνετέλεσα αὐτούς ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα ὅτι ἀνὴρ καὶ γυνὴ συλλημφθήσονται πρεσβύτερος μετὰ πλήρους ἡμερῶν
6:12 καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπὶ τὸ αὐτό ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην λέγει κύριος
6:13 ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ
6:14 καὶ ἰῶντο τὸ σύντριμμα τοῦ λαοῦ μου ἐξουθενοῦντες καὶ λέγοντες εἰρήνη εἰρήνη καὶ ποῦ ἐστιν εἰρήνη
6:15 κατῃσχύνθησαν ὅτι ἐξελίποσαν καὶ οὐδ᾽ ὧς καταισχυνόμενοι κατῃσχύνθησαν καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν διὰ τοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται εἶπεν κύριος
6:16 τάδε λέγει κύριος στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή καὶ βαδίζετε ἐν αὐτῇ καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν καὶ εἶπαν οὐ πορευσόμεθα
6:17 κατέστακα ἐφ᾽ ὑμᾶς σκοπούς ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος καὶ εἶπαν οὐκ ἀκουσόμεθα
6:18 διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν
6:19 ἄκουε γῆ ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά τὸν καρπὸν ἀποστροφῆς αὐτῶν ὅτι τῶν λόγων μου οὐ προσέσχον καὶ τὸν νόμον μου ἀπώσαντο
6:20 ἵνα τί μοι λίβανον ἐκ Σαβα φέρετε καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν τὰ ὁλοκαυτώματα ὑμῶν οὔκ εἰσιν δεκτά καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι
6:21 διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοὶ ἅμα γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται
6:22 τάδε λέγει κύριος ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ καὶ ἔθνη ἐξεγερθήσεται ἀπ᾽ ἐσχάτου τῆς γῆς
6:23 τόξον καὶ ζιβύνην κρατήσουσιν ἰταμός ἐστιν καὶ οὐκ ἐλεήσει φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα ἐφ᾽ ἵπποις καὶ ἅρμασιν παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σέ θύγατερ Σιων
6:24 ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν παρελύθησαν αἱ χεῖρες ἡμῶν θλῖψις κατέσχεν ἡμᾶς ὠδῖνες ὡς τικτούσης
6:25 μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν
6:26 θύγατερ λαοῦ μου περίζωσαι σάκκον κατάπασαι ἐν σποδῷ πένθος ἀγαπητοῦ ποίησαι σεαυτῇ κοπετὸν οἰκτρόν ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφ᾽ ὑμᾶς
6:27 δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν
6:28 πάντες ἀνήκοοι πορευόμενοι σκολιῶς χαλκὸς καὶ σίδηρος πάντες διεφθαρμένοι εἰσίν
6:29 ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρός ἐξέλιπεν μόλιβος εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ πονηρία αὐτῶν οὐκ ἐτάκη
6:30 ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος


List of Articles
번호 분류 제목
52 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 01
51 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 02
50 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 03
49 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 04
48 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 05
» Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 06
46 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 07
45 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 08
44 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 09
43 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 10
42 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 11
41 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 12
40 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 13
39 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 14
38 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 15
37 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 16
36 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 17
35 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 18
34 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 19
33 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 20
32 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 21
31 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 22
30 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 23
29 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 24
28 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 25
27 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 26
26 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 27
25 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 28
24 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 29
23 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 30
22 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 31
21 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 32
20 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 33
19 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 34
18 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 35
17 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 36
16 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 37
15 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 38
14 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 39
13 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 40
12 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 41
11 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 42
10 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 43
9 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 44
8 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 45
7 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 46
6 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 47
5 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 48
4 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 49
3 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 50
목록
Board Pagination Prev 1 2 Next
/ 2

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소