47:1 κατάβηθι κάθισον ἐπὶ τὴν γῆν παρθένος θυγάτηρ Βαβυλῶνος εἴσελθε εἰς τὸ σκότος θυγάτηρ Χαλδαίων ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά
47:2 λαβὲ μύλον ἄλεσον ἄλευρον ἀποκάλυψαι τὸ κατακάλυμμά σου ἀνακάλυψαι τὰς πολιάς ἀνάσυραι τὰς κνήμας διάβηθι ποταμούς
47:3 ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου φανήσονται οἱ ὀνειδισμοί σου τὸ δίκαιον ἐκ σοῦ λήμψομαι οὐκέτι μὴ παραδῶ ἀνθρώποις
47:4 εἶπεν ὁ ῥυσάμενός σε κύριος σαβαωθ ὄνομα αὐτῷ ἅγιος Ισραηλ
47:5 κάθισον κατανενυγμένη εἴσελθε εἰς τὸ σκότος θυγάτηρ Χαλδαίων οὐκέτι μὴ κληθῇς ἰσχὺς βασιλείας
47:6 παρωξύνθην ἐπὶ τῷ λαῷ μου ἐμίανας τὴν κληρονομίαν μου ἐγὼ ἔδωκα εἰς τὴν χεῖρά σου σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα
47:7 καὶ εἶπας εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου οὐδὲ ἐμνήσθης τὰ ἔσχατα
47:8 νῦν δὲ ἄκουσον ταῦτα ἡ τρυφερὰ ἡ καθημένη πεποιθυῖα ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανείαν
47:9 νῦν δὲ ἥξει ἐξαίφνης ἐπὶ σὲ τὰ δύο ταῦτα ἐν μιᾷ ἡμέρᾳ χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίφνης ἐπὶ σὲ ἐν τῇ φαρμακείᾳ σου ἐν τῇ ἰσχύι τῶν ἐπαοιδῶν σου σφόδρα
47:10 τῇ ἐλπίδι τῆς πονηρίας σου σὺ γὰρ εἶπας ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα γνῶθι ὅτι ἡ σύνεσις τούτων καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη καὶ εἶπας τῇ καρδίᾳ σου ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα
47:11 καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια καὶ οὐ μὴ γνῷς βόθυνος καὶ ἐμπεσῇ εἰς αὐτόν καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι καὶ ἥξει ἐπὶ σὲ ἐξαπίνης ἀπώλεια καὶ οὐ μὴ γνῷς
47:12 στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου καὶ τῇ πολλῇ φαρμακείᾳ σου ἃ ἐμάνθανες ἐκ νεότητός σου εἰ δυνήσῃ ὠφεληθῆναι
47:13 κεκοπίακας ἐν ταῖς βουλαῖς σου στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι
47:14 ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαήσονται καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός ὅτι ἔχεις ἄνθρακας πυρός κάθισαι ἐπ᾽ αὐτούς
47:15 οὗτοι ἔσονταί σοι βοήθεια ἐκοπίασας ἐν τῇ μεταβολῇ σου ἐκ νεότητος ἄνθρωπος καθ᾽ ἑαυτὸν ἐπλανήθη σοὶ δὲ οὐκ ἔσται σωτηρία
-
Greek LXX(Rahlps), Isaiah, Chapter 01
-
Greek LXX(Rahlps), Isaiah, Chapter 02
-
Greek LXX(Rahlps), Isaiah, Chapter 03
-
Greek LXX(Rahlps), Isaiah, Chapter 04
-
Greek LXX(Rahlps), Isaiah, Chapter 05
-
Greek LXX(Rahlps), Isaiah, Chapter 06
-
Greek LXX(Rahlps), Isaiah, Chapter 07
-
Greek LXX(Rahlps), Isaiah, Chapter 08
-
Greek LXX(Rahlps), Isaiah, Chapter 09
-
Greek LXX(Rahlps), Isaiah, Chapter 10
-
Greek LXX(Rahlps), Isaiah, Chapter 11
-
Greek LXX(Rahlps), Isaiah, Chapter 12
-
Greek LXX(Rahlps), Isaiah, Chapter 13
-
Greek LXX(Rahlps), Isaiah, Chapter 14
-
Greek LXX(Rahlps), Isaiah, Chapter 15
-
Greek LXX(Rahlps), Isaiah, Chapter 16
-
Greek LXX(Rahlps), Isaiah, Chapter 17
-
Greek LXX(Rahlps), Isaiah, Chapter 18
-
Greek LXX(Rahlps), Isaiah, Chapter 19
-
Greek LXX(Rahlps), Isaiah, Chapter 20
-
Greek LXX(Rahlps), Isaiah, Chapter 21
-
Greek LXX(Rahlps), Isaiah, Chapter 22
-
Greek LXX(Rahlps), Isaiah, Chapter 23
-
Greek LXX(Rahlps), Isaiah, Chapter 24
-
Greek LXX(Rahlps), Isaiah, Chapter 25
-
Greek LXX(Rahlps), Isaiah, Chapter 26
-
Greek LXX(Rahlps), Isaiah, Chapter 27
-
Greek LXX(Rahlps), Isaiah, Chapter 28
-
Greek LXX(Rahlps), Isaiah, Chapter 29
-
Greek LXX(Rahlps), Isaiah, Chapter 30
-
Greek LXX(Rahlps), Isaiah, Chapter 31
-
Greek LXX(Rahlps), Isaiah, Chapter 32
-
Greek LXX(Rahlps), Isaiah, Chapter 33
-
Greek LXX(Rahlps), Isaiah, Chapter 34
-
Greek LXX(Rahlps), Isaiah, Chapter 25
-
Greek LXX(Rahlps), Isaiah, Chapter 26
-
Greek LXX(Rahlps), Isaiah, Chapter 37
-
Greek LXX(Rahlps), Isaiah, Chapter 38
-
Greek LXX(Rahlps), Isaiah, Chapter 39
-
Greek LXX(Rahlps), Isaiah, Chapter 40
-
Greek LXX(Rahlps), Isaiah, Chapter 41
-
Greek LXX(Rahlps), Isaiah, Chapter 42
-
Greek LXX(Rahlps), Isaiah, Chapter 43
-
Greek LXX(Rahlps), Isaiah, Chapter 44
-
Greek LXX(Rahlps), Isaiah, Chapter 45
-
Greek LXX(Rahlps), Isaiah, Chapter 46
-
Greek LXX(Rahlps), Isaiah, Chapter 47
-
Greek LXX(Rahlps), Isaiah, Chapter 48
-
Greek LXX(Rahlps), Isaiah, Chapter 49
-
Greek LXX(Rahlps), Isaiah, Chapter 50
Previous
List