36:1 καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ιουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς
36:2 καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων Ραψακην ἐκ Λαχις εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα Εζεκιαν μετὰ δυνάμεως πολλῆς καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως
36:3 καὶ ἐξῆλθεν πρὸς αὐτὸν Ελιακιμ ὁ τοῦ Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωαχ ὁ τοῦ Ασαφ ὁ ὑπομνηματογράφος
36:4 καὶ εἶπεν αὐτοῖς Ραψακης εἴπατε Εζεκια τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων τί πεποιθὼς εἶ
36:5 μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται καὶ νῦν ἐπὶ τίνι πέποιθας ὅτι ἀπειθεῖς μοι
36:6 ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην ἐπ᾽ Αἴγυπτον ὃς ἂν ἐπ᾽ αὐτὴν ἐπιστηρισθῇ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ οὕτως ἐστὶν Φαραω βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτῷ
36:7 εἰ δὲ λέγετε ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν
36:8 νῦν μείχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ᾽ αὐτούς
36:9 καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ᾽ Αἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην
36:10 καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν
36:11 καὶ εἶπεν πρὸς αὐτὸν Ελιακιμ καὶ Σομνας καὶ Ιωαχ λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί ἀκούομεν γὰρ ἡμεῖς καὶ μὴ λάλει πρὸς ἡμᾶς Ιουδαϊστί καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων τῶν ἐπὶ τῷ τείχει
36:12 καὶ εἶπεν Ραψακης πρὸς αὐτούς μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὖρον μεθ᾽ ὑμῶν ἅμα
36:13 καὶ ἔστη Ραψακης καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ιουδαϊστὶ καὶ εἶπεν ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου βασιλέως Ἀσσυρίων
36:14 τάδε λέγει ὁ βασιλεύς μὴ ἀπατάτω ὑμᾶς Εζεκιας λόγοις οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς
36:15 καὶ μὴ λεγέτω ὑμῖν Εζεκιας ὅτι ῥύσεται ὑμᾶς ὁ θεός καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων
36:16 μὴ ἀκούετε Εζεκιου τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων εἰ βούλεσθε εὐλογηθῆναι ἐκπορεύεσθε πρός με καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν
36:17 ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς ἡ γῆ ὑμῶν γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων
36:18 μὴ ὑμᾶς ἀπατάτω Εζεκιας λέγων ὁ θεὸς ὑμῶν ῥύσεται ὑμᾶς μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων
36:19 ποῦ ἐστιν ὁ θεὸς Αιμαθ καὶ Αρφαθ καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Σεπφαριμ μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου
36:20 τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐρρύσατο τὴν γῆν αὐτοῦ ἐκ τῆς χειρός μου ὅτι ῥύσεται ὁ θεὸς Ιερουσαλημ ἐκ χειρός μου
36:21 καὶ ἐσιώπησαν καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι
36:22 καὶ εἰσῆλθεν Ελιακιμ ὁ τοῦ Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς τῆς δυνάμεως καὶ Ιωαχ ὁ τοῦ Ασαφ ὁ ὑπομνηματογράφος πρὸς Εζεκιαν ἐσχισμένοι τοὺς χιτῶνας καὶ ἀπήγγειλαν αὐτῷ τοὺς λόγους Ραψακου
-
Greek LXX(Rahlps), Isaiah, Chapter 01
-
Greek LXX(Rahlps), Isaiah, Chapter 02
-
Greek LXX(Rahlps), Isaiah, Chapter 03
-
Greek LXX(Rahlps), Isaiah, Chapter 04
-
Greek LXX(Rahlps), Isaiah, Chapter 05
-
Greek LXX(Rahlps), Isaiah, Chapter 06
-
Greek LXX(Rahlps), Isaiah, Chapter 07
-
Greek LXX(Rahlps), Isaiah, Chapter 08
-
Greek LXX(Rahlps), Isaiah, Chapter 09
-
Greek LXX(Rahlps), Isaiah, Chapter 10
-
Greek LXX(Rahlps), Isaiah, Chapter 11
-
Greek LXX(Rahlps), Isaiah, Chapter 12
-
Greek LXX(Rahlps), Isaiah, Chapter 13
-
Greek LXX(Rahlps), Isaiah, Chapter 14
-
Greek LXX(Rahlps), Isaiah, Chapter 15
-
Greek LXX(Rahlps), Isaiah, Chapter 16
-
Greek LXX(Rahlps), Isaiah, Chapter 17
-
Greek LXX(Rahlps), Isaiah, Chapter 18
-
Greek LXX(Rahlps), Isaiah, Chapter 19
-
Greek LXX(Rahlps), Isaiah, Chapter 20
-
Greek LXX(Rahlps), Isaiah, Chapter 21
-
Greek LXX(Rahlps), Isaiah, Chapter 22
-
Greek LXX(Rahlps), Isaiah, Chapter 23
-
Greek LXX(Rahlps), Isaiah, Chapter 24
-
Greek LXX(Rahlps), Isaiah, Chapter 25
-
Greek LXX(Rahlps), Isaiah, Chapter 26
-
Greek LXX(Rahlps), Isaiah, Chapter 27
-
Greek LXX(Rahlps), Isaiah, Chapter 28
-
Greek LXX(Rahlps), Isaiah, Chapter 29
-
Greek LXX(Rahlps), Isaiah, Chapter 30
-
Greek LXX(Rahlps), Isaiah, Chapter 31
-
Greek LXX(Rahlps), Isaiah, Chapter 32
-
Greek LXX(Rahlps), Isaiah, Chapter 33
-
Greek LXX(Rahlps), Isaiah, Chapter 34
-
Greek LXX(Rahlps), Isaiah, Chapter 25
-
Greek LXX(Rahlps), Isaiah, Chapter 26
-
Greek LXX(Rahlps), Isaiah, Chapter 37
-
Greek LXX(Rahlps), Isaiah, Chapter 38
-
Greek LXX(Rahlps), Isaiah, Chapter 39
-
Greek LXX(Rahlps), Isaiah, Chapter 40
-
Greek LXX(Rahlps), Isaiah, Chapter 41
-
Greek LXX(Rahlps), Isaiah, Chapter 42
-
Greek LXX(Rahlps), Isaiah, Chapter 43
-
Greek LXX(Rahlps), Isaiah, Chapter 44
-
Greek LXX(Rahlps), Isaiah, Chapter 45
-
Greek LXX(Rahlps), Isaiah, Chapter 46
-
Greek LXX(Rahlps), Isaiah, Chapter 47
-
Greek LXX(Rahlps), Isaiah, Chapter 48
-
Greek LXX(Rahlps), Isaiah, Chapter 49
-
Greek LXX(Rahlps), Isaiah, Chapter 50
Previous
List