27:1 τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν καὶ ἀνελεῖ τὸν δράκοντα
27:2 τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός ἐπιθύμημα ἐξάρχειν κατ᾽ αὐτῆς
27:3 ἐγὼ πόλις ἰσχυρά πόλις πολιορκουμένη μάτην ποτιῶ αὐτήν ἁλώσεται γὰρ νυκτός ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος
27:4 οὐκ ἔστιν ἣ οὐκ ἐπελάβετο αὐτῆς τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν τοίνυν διὰ τοῦτο ἐποίησεν κύριος ὁ θεὸς πάντα ὅσα συνέταξεν κατακέκαυμαι
27:5 βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ ποιήσωμεν εἰρήνην αὐτῷ ποιήσωμεν εἰρήνην
27:6 οἱ ἐρχόμενοι τέκνα Ιακωβ βλαστήσει καὶ ἐξανθήσει Ισραηλ καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ
27:7 μὴ ὡς αὐτὸς ἐπάταξεν καὶ αὐτὸς οὕτως πληγήσεται καὶ ὡς αὐτὸς ἀνεῖλεν οὕτως ἀναιρεθήσεται
27:8 μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ
27:9 διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ιακωβ καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν ὅταν θῶσιν πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν
27:10 τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται ὡς ποίμνιον καταλελειμμένον καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα καὶ ἐκεῖ ἀναπαύσονται
27:11 καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι γυναῖκες ἐρχόμεναι ἀπὸ θέας δεῦτε οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν διὰ τοῦτο οὐ μὴ οἰκτιρήσῃ ὁ ποιήσας αὐτούς οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ
27:12 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ισραηλ κατὰ ἕνα ἕνα
27:13 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν τῇ σάλπιγγι τῇ μεγάλῃ καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ιερουσαλημ
-
Greek LXX(Rahlps), Isaiah, Chapter 01
-
Greek LXX(Rahlps), Isaiah, Chapter 02
-
Greek LXX(Rahlps), Isaiah, Chapter 03
-
Greek LXX(Rahlps), Isaiah, Chapter 04
-
Greek LXX(Rahlps), Isaiah, Chapter 05
-
Greek LXX(Rahlps), Isaiah, Chapter 06
-
Greek LXX(Rahlps), Isaiah, Chapter 07
-
Greek LXX(Rahlps), Isaiah, Chapter 08
-
Greek LXX(Rahlps), Isaiah, Chapter 09
-
Greek LXX(Rahlps), Isaiah, Chapter 10
-
Greek LXX(Rahlps), Isaiah, Chapter 11
-
Greek LXX(Rahlps), Isaiah, Chapter 12
-
Greek LXX(Rahlps), Isaiah, Chapter 13
-
Greek LXX(Rahlps), Isaiah, Chapter 14
-
Greek LXX(Rahlps), Isaiah, Chapter 15
-
Greek LXX(Rahlps), Isaiah, Chapter 16
-
Greek LXX(Rahlps), Isaiah, Chapter 17
-
Greek LXX(Rahlps), Isaiah, Chapter 18
-
Greek LXX(Rahlps), Isaiah, Chapter 19
-
Greek LXX(Rahlps), Isaiah, Chapter 20
-
Greek LXX(Rahlps), Isaiah, Chapter 21
-
Greek LXX(Rahlps), Isaiah, Chapter 22
-
Greek LXX(Rahlps), Isaiah, Chapter 23
-
Greek LXX(Rahlps), Isaiah, Chapter 24
-
Greek LXX(Rahlps), Isaiah, Chapter 25
-
Greek LXX(Rahlps), Isaiah, Chapter 26
-
Greek LXX(Rahlps), Isaiah, Chapter 27
-
Greek LXX(Rahlps), Isaiah, Chapter 28
-
Greek LXX(Rahlps), Isaiah, Chapter 29
-
Greek LXX(Rahlps), Isaiah, Chapter 30
-
Greek LXX(Rahlps), Isaiah, Chapter 31
-
Greek LXX(Rahlps), Isaiah, Chapter 32
-
Greek LXX(Rahlps), Isaiah, Chapter 33
-
Greek LXX(Rahlps), Isaiah, Chapter 34
-
Greek LXX(Rahlps), Isaiah, Chapter 25
-
Greek LXX(Rahlps), Isaiah, Chapter 26
-
Greek LXX(Rahlps), Isaiah, Chapter 37
-
Greek LXX(Rahlps), Isaiah, Chapter 38
-
Greek LXX(Rahlps), Isaiah, Chapter 39
-
Greek LXX(Rahlps), Isaiah, Chapter 40
-
Greek LXX(Rahlps), Isaiah, Chapter 41
-
Greek LXX(Rahlps), Isaiah, Chapter 42
-
Greek LXX(Rahlps), Isaiah, Chapter 43
-
Greek LXX(Rahlps), Isaiah, Chapter 44
-
Greek LXX(Rahlps), Isaiah, Chapter 45
-
Greek LXX(Rahlps), Isaiah, Chapter 46
-
Greek LXX(Rahlps), Isaiah, Chapter 47
-
Greek LXX(Rahlps), Isaiah, Chapter 48
-
Greek LXX(Rahlps), Isaiah, Chapter 49
-
Greek LXX(Rahlps), Isaiah, Chapter 50
Previous
List