17:1 τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν
17:2 καταλελειμμένη εἰς τὸν αἰῶνα εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν καὶ οὐκ ἔσται ὁ διώκων
17:3 καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Εφραιμ καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ καὶ τὸ λοιπὸν τῶν Σύρων ἀπολεῖται οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ισραηλ καὶ τῆς δόξης αὐτῶν τάδε λέγει κύριος σαβαωθ
17:4 ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ιακωβ καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται
17:5 καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἐν τῷ βραχίονι αὐτοῦ ἀμήσῃ καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ
17:6 καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ᾽ ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ
17:7 τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ισραηλ ἐμβλέψονται
17:8 καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν οὐδὲ τὰ βδελύγματα αὐτῶν
17:9 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι ὃν τρόπον ἐγκατέλιπον οἱ Αμορραῖοι καὶ οἱ Ευαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ καὶ ἔσονται ἔρημοι
17:10 διότι κατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου καὶ κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον
17:11 τῇ δὲ ἡμέρᾳ ᾗ ἂν φυτεύσῃς πλανηθήσῃ τὸ δὲ πρωί ἐὰν σπείρῃς ἀνθήσει εἰς ἀμητὸν ᾗ ἂν ἡμέρᾳ κληρώσῃ καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ τοῖς υἱοῖς σου
17:12 οὐαὶ πλῆθος ἐθνῶν πολλῶν ὡς θάλασσα κυμαίνουσα οὕτως ταραχθήσεσθε καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει
17:13 ὡς ὕδωρ πολὺ ἔθνη πολλά ὡς ὕδατος πολλοῦ βίᾳ καταφερομένου καὶ ἀποσκορακιεῖ αὐτὸν καὶ πόρρω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα
17:14 πρὸς ἑσπέραν ἔσται πένθος πρὶν ἢ πρωὶ καὶ οὐκ ἔσται αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων καὶ κληρονομία τοῖς ὑμᾶς κληρονομήσασιν
-
Greek LXX(Rahlps), Isaiah, Chapter 01
-
Greek LXX(Rahlps), Isaiah, Chapter 02
-
Greek LXX(Rahlps), Isaiah, Chapter 03
-
Greek LXX(Rahlps), Isaiah, Chapter 04
-
Greek LXX(Rahlps), Isaiah, Chapter 05
-
Greek LXX(Rahlps), Isaiah, Chapter 06
-
Greek LXX(Rahlps), Isaiah, Chapter 07
-
Greek LXX(Rahlps), Isaiah, Chapter 08
-
Greek LXX(Rahlps), Isaiah, Chapter 09
-
Greek LXX(Rahlps), Isaiah, Chapter 10
-
Greek LXX(Rahlps), Isaiah, Chapter 11
-
Greek LXX(Rahlps), Isaiah, Chapter 12
-
Greek LXX(Rahlps), Isaiah, Chapter 13
-
Greek LXX(Rahlps), Isaiah, Chapter 14
-
Greek LXX(Rahlps), Isaiah, Chapter 15
-
Greek LXX(Rahlps), Isaiah, Chapter 16
-
Greek LXX(Rahlps), Isaiah, Chapter 17
-
Greek LXX(Rahlps), Isaiah, Chapter 18
-
Greek LXX(Rahlps), Isaiah, Chapter 19
-
Greek LXX(Rahlps), Isaiah, Chapter 20
-
Greek LXX(Rahlps), Isaiah, Chapter 21
-
Greek LXX(Rahlps), Isaiah, Chapter 22
-
Greek LXX(Rahlps), Isaiah, Chapter 23
-
Greek LXX(Rahlps), Isaiah, Chapter 24
-
Greek LXX(Rahlps), Isaiah, Chapter 25
-
Greek LXX(Rahlps), Isaiah, Chapter 26
-
Greek LXX(Rahlps), Isaiah, Chapter 27
-
Greek LXX(Rahlps), Isaiah, Chapter 28
-
Greek LXX(Rahlps), Isaiah, Chapter 29
-
Greek LXX(Rahlps), Isaiah, Chapter 30
-
Greek LXX(Rahlps), Isaiah, Chapter 31
-
Greek LXX(Rahlps), Isaiah, Chapter 32
-
Greek LXX(Rahlps), Isaiah, Chapter 33
-
Greek LXX(Rahlps), Isaiah, Chapter 34
-
Greek LXX(Rahlps), Isaiah, Chapter 25
-
Greek LXX(Rahlps), Isaiah, Chapter 26
-
Greek LXX(Rahlps), Isaiah, Chapter 37
-
Greek LXX(Rahlps), Isaiah, Chapter 38
-
Greek LXX(Rahlps), Isaiah, Chapter 39
-
Greek LXX(Rahlps), Isaiah, Chapter 40
-
Greek LXX(Rahlps), Isaiah, Chapter 41
-
Greek LXX(Rahlps), Isaiah, Chapter 42
-
Greek LXX(Rahlps), Isaiah, Chapter 43
-
Greek LXX(Rahlps), Isaiah, Chapter 44
-
Greek LXX(Rahlps), Isaiah, Chapter 45
-
Greek LXX(Rahlps), Isaiah, Chapter 46
-
Greek LXX(Rahlps), Isaiah, Chapter 47
-
Greek LXX(Rahlps), Isaiah, Chapter 48
-
Greek LXX(Rahlps), Isaiah, Chapter 49
-
Greek LXX(Rahlps), Isaiah, Chapter 50
Previous
List