11:1 διάνοιξον ὁ Λίβανος τὰς θύρας σου καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου
11:2 ὀλολυξάτω πίτυς διότι πέπτωκεν κέδρος ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν ὀλολύξατε δρύες τῆς Βασανίτιδος ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος
11:3 φωνὴ θρηνούντων ποιμένων ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν φωνὴ ὠρυομένων λεόντων ὅτι τεταλαιπώρηκεν τὸ φρύαγμα τοῦ Ιορδάνου
11:4 τάδε λέγει κύριος παντοκράτωρ ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς
11:5 ἃ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον εὐλογητὸς κύριος καὶ πεπλουτήκαμεν καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ᾽ αὐτοῖς
11:6 διὰ τοῦτο οὐ φείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν λέγει κύριος καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς ἀνθρώπους ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασιλέως αὐτοῦ καὶ κατακόψουσιν τὴν γῆν καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν
11:7 καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χαναανῖτιν καὶ λήμψομαι ἐμαυτῷ δύο ῥάβδους τὴν μίαν ἐκάλεσα Κάλλος καὶ τὴν ἑτέραν ἐκάλεσα Σχοίνισμα καὶ ποιμανῶ τὰ πρόβατα
11:8 καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ᾽ αὐτούς καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ᾽ ἐμέ
11:9 καὶ εἶπα οὐ ποιμανῶ ὑμᾶς τὸ ἀποθνῇσκον ἀποθνῃσκέτω καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ
11:10 καὶ λήμψομαι τὴν ῥάβδον μου τὴν καλὴν καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς
11:11 καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενα διότι λόγος κυρίου ἐστίν
11:12 καὶ ἐρῶ πρὸς αὐτούς εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστιν δότε στήσαντες τὸν μισθόν μου ἢ ἀπείπασθε καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς
11:13 καὶ εἶπεν κύριος πρός με κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον καὶ σκέψαι εἰ δόκιμόν ἐστιν ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον
11:14 καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ Σχοίνισμα τοῦ διασκεδάσαι τὴν κατάσχεσιν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον τοῦ Ισραηλ
11:15 καὶ εἶπεν κύριος πρός με ἔτι λαβὲ σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου
11:16 διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται καὶ τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθύνῃ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει
11:17 ὦ οἱ ποιμαίνοντες τὰ μάταια καὶ οἱ καταλελοιπότες τὰ πρόβατα μάχαιρα ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται καὶ ὁ ὀφθαλμὸς ὁ δεξιὸς αὐτοῦ ἐκτυφλούμενος ἐκτυφλωθήσεται
Greek LXX(Rahlps), Zechariah, Chapter 11
-
Greek LXX(Rahlps), Genesis, Chapter 01
-
Greek LXX(Rahlps), Genesis, Chapter 02
-
Greek LXX(Rahlps), Genesis, Chapter 03
-
Greek LXX(Rahlps), Genesis, Chapter 04
-
Greek LXX(Rahlps), Genesis, Chapter 05
-
Greek LXX(Rahlps), Genesis, Chapter 06
-
Greek LXX(Rahlps), Genesis, Chapter 07
-
Greek LXX(Rahlps), Genesis, Chapter 08
-
Greek LXX(Rahlps), Genesis, Chapter 09
-
Greek LXX(Rahlps), Genesis, Chapter 10
-
Greek LXX(Rahlps), Genesis, Chapter 11
-
Greek LXX(Rahlps), Genesis, Chapter 12
-
Greek LXX(Rahlps), Genesis, Chapter 13
-
Greek LXX(Rahlps), Genesis, Chapter 14
-
Greek LXX(Rahlps), Genesis, Chapter 15
-
Greek LXX(Rahlps), Genesis, Chapter 16
-
Greek LXX(Rahlps), Genesis, Chapter 17
-
Greek LXX(Rahlps), Genesis, Chapter 18
-
Greek LXX(Rahlps), Genesis, Chapter 19
-
Greek LXX(Rahlps), Genesis, Chapter 20
-
Greek LXX(Rahlps), Genesis, Chapter 21
-
Greek LXX(Rahlps), Genesis, Chapter 22
-
Greek LXX(Rahlps), Genesis, Chapter 23
-
Greek LXX(Rahlps), Genesis, Chapter 24
-
Greek LXX(Rahlps), Genesis, Chapter 25
-
Greek LXX(Rahlps), Genesis, Chapter 26
-
Greek LXX(Rahlps), Genesis, Chapter 27
-
Greek LXX(Rahlps), Genesis, Chapter 28
-
Greek LXX(Rahlps), Genesis, Chapter 29
-
Greek LXX(Rahlps), Genesis, Chapter 30
-
Greek LXX(Rahlps), Genesis, Chapter 31
-
Greek LXX(Rahlps), Genesis, Chapter 32
-
Greek LXX(Rahlps), Genesis, Chapter 33
-
Greek LXX(Rahlps), Genesis, Chapter 34
-
Greek LXX(Rahlps), Genesis, Chapter 35
-
Greek LXX(Rahlps), Genesis, Chapter 36
-
Greek LXX(Rahlps), Genesis, Chapter 37
-
Greek LXX(Rahlps), Genesis, Chapter 38
-
Greek LXX(Rahlps), Genesis, Chapter 39
-
Greek LXX(Rahlps), Genesis, Chapter 40
-
Greek LXX(Rahlps), Genesis, Chapter 41
-
Greek LXX(Rahlps), Genesis, Chapter 42
-
Greek LXX(Rahlps), Genesis, Chapter 43
-
Greek LXX(Rahlps), Genesis, Chapter 44
-
Greek LXX(Rahlps), Genesis, Chapter 45
-
Greek LXX(Rahlps), Genesis, Chapter 46
-
Greek LXX(Rahlps), Genesis, Chapter 47
-
Greek LXX(Rahlps), Genesis, Chapter 48
-
Greek LXX(Rahlps), Genesis, Chapter 49
-
Greek LXX(Rahlps), Genesis, Chapter 50
-
Greek LXX(Rahlps), Exodus, Chapter 01
-
Greek LXX(Rahlps), Exodus, Chapter 02
-
Greek LXX(Rahlps), Exodus, Chapter 03
-
Greek LXX(Rahlps), Exodus, Chapter 04
-
Greek LXX(Rahlps), Exodus, Chapter 05
-
Greek LXX(Rahlps), Exodus, Chapter 06
-
Greek LXX(Rahlps), Exodus, Chapter 07
-
Greek LXX(Rahlps), Exodus, Chapter 08
-
Greek LXX(Rahlps), Exodus, Chapter 09
-
Greek LXX(Rahlps), Exodus, Chapter 10
-
Greek LXX(Rahlps), Exodus, Chapter 11
-
Greek LXX(Rahlps), Exodus, Chapter 12
-
Greek LXX(Rahlps), Exodus, Chapter 13
-
Greek LXX(Rahlps), Exodus, Chapter 14
-
Greek LXX(Rahlps), Exodus, Chapter 15
-
Greek LXX(Rahlps), Genesis, Chapter 16