Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

7:1 καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου ὅς ἐστιν Χασελευ
7:2 καὶ ἐξαπέστειλεν εἰς Βαιθηλ Σαρασαρ καὶ Αρβεσεερ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν κύριον
7:3 λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη
7:4 καὶ ἐγένετο λόγος κυρίου τῶν δυνάμεων πρός με λέγων
7:5 εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι
7:6 καὶ ἐὰν φάγητε ἢ πίητε οὐχ ὑμεῖς ἔσθετε καὶ ὑμεῖς πίνετε
7:7 οὐχ οὗτοι οἱ λόγοι εἰσίν οὓς ἐλάλησεν κύριος ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν ὅτε ἦν Ιερουσαλημ κατοικουμένη καὶ εὐθηνοῦσα καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο
7:8 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν λέγων
7:9 τάδε λέγει κύριος παντοκράτωρ κρίμα δίκαιον κρίνατε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ
7:10 καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν
7:11 καὶ ἠπείθησαν τοῦ προσέχειν καὶ ἔδωκαν νῶτον παραφρονοῦντα καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν
7:12 καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλεν κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ κυρίου παντοκράτορος
7:13 καὶ ἔσται ὃν τρόπον εἶπεν καὶ οὐκ εἰσήκουσαν αὐτοῦ οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω λέγει κύριος παντοκράτωρ
7:14 καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν


  1. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 01

  2. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 02

  3. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 03

  4. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 04

  5. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 05

  6. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 06

  7. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 07

  8. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 08

  9. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 09

  10. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 10

  11. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 11

  12. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 12

  13. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 13

  14. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 14

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소