Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

4:1 καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ
4:2 καὶ εἶπεν πρός με τί σύ βλέπεις καὶ εἶπα ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς
4:3 καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς μία ἐκ δεξιῶν τοῦ λαμπαδίου καὶ μία ἐξ εὐωνύμων
4:4 καὶ ἐπηρώτησα καὶ εἶπον πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων τί ἐστιν ταῦτα κύριε
4:5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με οὐ γινώσκεις τί ἐστιν ταῦτα καὶ εἶπα οὐχί κύριε
4:6 καὶ ἀπεκρίθη καὶ εἶπεν πρός με λέγων οὗτος ὁ λόγος κυρίου πρὸς Ζοροβαβελ λέγων οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύι ἀλλ᾽ ἢ ἐν πνεύματί μου λέγει κύριος παντοκράτωρ
4:7 τίς εἶ σύ τὸ ὄρος τὸ μέγα πρὸ προσώπου Ζοροβαβελ τοῦ κατορθῶσαι καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς
4:8 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
4:9 αἱ χεῖρες Ζοροβαβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν καὶ ἐπιγνώσῃ διότι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ
4:10 διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς καὶ χαροῦνται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβαβελ ἑπτὰ οὗτοι ὀφθαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν
4:11 καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν τί αἱ δύο ἐλαῖαι αὗται αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων
4:12 καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς
4:13 καὶ εἶπεν πρός με οὐκ οἶδας τί ἐστιν ταῦτα καὶ εἶπα οὐχί κύριε
4:14 καὶ εἶπεν οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ κυρίῳ πάσης τῆς γῆς


  1. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 01

  2. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 02

  3. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 03

  4. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 04

  5. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 05

  6. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 06

  7. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 07

  8. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 08

  9. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 09

  10. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 10

  11. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 11

  12. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 12

  13. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 13

  14. No Image 03Apr
    by 한글 모레
    in Zechariah

    Greek LXX(Rahlps), Zechariah, Chapter 14

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소