16:1 [ὕμνος τῷ Σαλωμων εἰς ἀντίληψιν ὁσίοις] ἐν τῷ νυστάξαι ψυχήν μου ἀπὸ κυρίου παρὰ μικρὸν ὠλίσθησα ἐν καταφορᾷ ὑπνούντων μακρὰν ἀπὸ θεοῦ
16:2 παρ᾽ ὀλίγον ἐξεχύθη ἡ ψυχή μου εἰς θάνατον σύνεγγυς πυλῶν ᾅδου μετὰ ἁμαρτωλοῦ
16:3 ἐν τῷ διενεχθῆναι ψυχήν μου ἀπὸ κυρίου θεοῦ Ισραηλ εἰ μὴ ὁ κύριος ἀντελάβετό μου τῷ ἐλέει αὐτοῦ εἰς τὸν αἰῶνα
16:4 ἔνυξέν με ὡς κέντρον ἵππου ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ ὁ σωτὴρ καὶ ἀντιλήπτωρ μου ἐν παντὶ καιρῷ ἔσωσέν με
16:5 ἐξομολογήσομαί σοι ὁ θεός ὅτι ἀντελάβου μου εἰς σωτηρίαν καὶ οὐκ ἐλογίσω με μετὰ τῶν ἁμαρτωλῶν εἰς ἀπώλειαν
16:6 μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀπ᾽ ἐμοῦ ὁ θεός μηδὲ τὴν μνήμην σου ἀπὸ καρδίας μου ἕως θανάτου
16:7 ἐπικράτησόν μου ὁ θεός ἀπὸ ἁμαρτίας πονηρᾶς καὶ ἀπὸ πάσης γυναικὸς πονηρᾶς σκανδαλιζούσης ἄφρονα
16:8 καὶ μὴ ἀπατησάτω με κάλλος γυναικὸς παρανομούσης καὶ παντὸς ὑποκειμένου ἀπὸ ἁμαρτίας ἀνωφελοῦς
16:9 τὰ ἔργα τῶν χειρῶν μου κατεύθυνον ἐν τόπῳ σου καὶ τὰ διαβήματά μου ἐν τῇ μνήμῃ σου διαφύλαξον
16:10 τὴν γλῶσσάν μου καὶ τὰ χείλη μου ἐν λόγοις ἀληθείας περίστειλον ὀργὴν καὶ θυμὸν ἄλογον μακρὰν ποίησον ἀπ᾽ ἐμοῦ
16:11 γογγυσμὸν καὶ ὀλιγοψυχίαν ἐν θλίψει μάκρυνον ἀπ᾽ ἐμοῦ ἐὰν ἁμαρτήσω ἐν τῷ σε παιδεύειν εἰς ἐπιστροφήν
16:12 εὐδοκίᾳ δὲ μετὰ ἱλαρότητος στήρισον τὴν ψυχήν μου ἐν τῷ ἐνισχῦσαί σε τὴν ψυχήν μου ἀρκέσει μοι τὸ δοθέν
16:13 ὅτι ἐὰν μὴ σὺ ἐνισχύσῃς τίς ὑφέξεται παιδείαν ἐν πενίᾳ
16:14 ἐν τῷ ἐλέγχεσθαι ψυχὴν ἐν χειρὶ σαπρίας αὐτοῦ ἡ δοκιμασία σου ἐν σαρκὶ αὐτοῦ καὶ ἐν θλίψει πενίας
16:15 ἐν τῷ ὑπομεῖναι δίκαιον ἐν τούτοις ἐλεηθήσεται ὑπὸ κυρίου
Psalms Of Solomon
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 16
-
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 01
CategoryPsalms Of Solomon -
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 02
CategoryPsalms Of Solomon -
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 03
CategoryPsalms Of Solomon -
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 04
CategoryPsalms Of Solomon -
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 05
CategoryPsalms Of Solomon -
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 06
CategoryPsalms Of Solomon -
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 07
CategoryPsalms Of Solomon -
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 08
CategoryPsalms Of Solomon -
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 09
CategoryPsalms Of Solomon -
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 10
CategoryPsalms Of Solomon -
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 11
CategoryPsalms Of Solomon -
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 12
CategoryPsalms Of Solomon -
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 13
CategoryPsalms Of Solomon -
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 14
CategoryPsalms Of Solomon -
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 15
CategoryPsalms Of Solomon -
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 16
CategoryPsalms Of Solomon -
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 17
CategoryPsalms Of Solomon -
Read More
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 18
CategoryPsalms Of Solomon
Previous
List