12:1 [τῷ Σαλωμων ἐν γλώσσῃ παρανόμων] κύριε ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀνδρὸς παρανόμου καὶ πονηροῦ ἀπὸ γλώσσης παρανόμου καὶ ψιθύρου καὶ λαλούσης ψευδῆ καὶ δόλια
12:2 ἐν ποικιλίᾳ στροφῆς οἱ λόγοι τῆς γλώσσης ἀνδρὸς πονηροῦ ὥσπερ ἐν λαῷ πῦρ ἀνάπτον καλλονὴν αὐτοῦ
12:3 ἡ παροικία αὐτοῦ ἐμπρῆσαι οἴκους ἐν γλώσσῃ ψευδεῖ ἐκκόψαι δένδρα εὐφροσύνης φλογιζούσης παρανόμους συγχέαι οἴκους ἐν πολέμῳ χείλεσιν ψιθύροις
12:4 μακρύναι ὁ θεὸς ἀπὸ ἀκάκων χείλη παρανόμων ἐν ἀπορίᾳ καὶ σκορπισθείησαν ὀστᾶ ψιθύρων ἀπὸ φοβουμένων κύριον ἐν πυρὶ φλογὸς γλῶσσα ψίθυρος ἀπόλοιτο ἀπὸ ὁσίων
12:5 φυλάξαι κύριος ψυχὴν ἡσύχιον μισοῦσαν ἀδίκους καὶ κατευθύναι κύριος ἄνδρα ποιοῦντα εἰρήνην ἐν οἴκῳ
12:6 τοῦ κυρίου ἡ σωτηρία ἐπὶ Ισραηλ παῖδα αὐτοῦ εἰς τὸν αἰῶνα καὶ ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου κυρίου ἅπαξ καὶ ὅσιοι κυρίου κληρονομήσαισαν ἐπαγγελίας κυρίου
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 12
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 01
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 02
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 03
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 04
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 05
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 06
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 07
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 08
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 09
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 10
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 11
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 12
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 13
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 14
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 15
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 16
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 17
-
Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 18
Previous
List