Greek LXX(Rahlps), Psalms Of Solomon, Chapter 01

?

단축키

Prev이전 문서

Next다음 문서

ESC닫기

크게 작게 위로 아래로 댓글로 가기 인쇄

1:1 ἐβόησα πρὸς κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς
1:2 ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου εἶπα ἐπακούσεταί μου ὅτι ἐπλήσθην δικαιοσύνης
1:3 ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις
1:4 ὁ πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν καὶ ἡ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς
1:5 ὑψώθησαν ἕως τῶν ἄστρων εἶπαν οὐ μὴ πέσωσιν
1:6 καὶ ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν καὶ οὐκ ἤνεγκαν
1:7 αἱ ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύφοις καὶ ἐγὼ οὐκ ᾔδειν
1:8 αἱ ἀνομίαι αὐτῶν ὑπὲρ τὰ πρὸ αὐτῶν ἔθνη ἐβεβήλωσαν τὰ ἅγια κυρίου ἐν βεβηλώσει


Articles

1 2 3 4 5