43:1 γαυρίαμα ὕψους στερέωμα καθαριότητος εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης
43:2 ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ σκεῦος θαυμαστόν ἔργον ὑψίστου
43:3 ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται
43:4 κάμινον φυσῶν ἐν ἔργοις καύματος τριπλασίως ἥλιος ἐκκαίων ὄρη ἀτμίδας πυρώδεις ἐκφυσῶν καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς
43:5 μέγας κύριος ὁ ποιήσας αὐτόν καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν
43:6 καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος
43:7 ἀπὸ σελήνης σημεῖον ἑορτῆς φωστὴρ μειούμενος ἐπὶ συντελείας
43:8 μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν αὐξανόμενος θαυμαστῶς ἐν ἀλλοιώσει σκεῦος παρεμβολῶν ἐν ὕψει ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων
43:9 κάλλος οὐρανοῦ δόξα ἄστρων κόσμος φωτίζων ἐν ὑψίστοις κυρίου
43:10 ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν
43:11 ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ
43:12 ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης χεῖρες ὑψίστου ἐτάνυσαν αὐτό
43:13 προστάγματι αὐτοῦ κατέσπευσεν χιόνα καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ
43:14 διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά
43:15 ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσεν νεφέλας καὶ διεθρύβησαν λίθοι χαλάζης
43:16 καὶ ἐν ὀπτασίᾳ αὐτοῦ σαλευθήσεται ὄρη ἐν θελήματι αὐτοῦ πνεύσεται νότος
43:17 φωνὴ βροντῆς αὐτοῦ ὠνείδισεν γῆν καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος
43:18 ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία
43:19 καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα
43:20 ψυχρὸς ἄνεμος βορέης πνεύσει καὶ παγήσεται κρύσταλλος ἐφ᾽ ὕδατος ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ
43:21 καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει καὶ ἀποσβέσει χλόην ὡς πῦρ
43:22 ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει
43:23 λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον καὶ ἐφύτευσεν ἐν αὐτῇ νήσους
43:24 οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν
43:25 καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα ποικιλία παντὸς ζῴου κτίσις κητῶν
43:26 δι᾽ αὐτὸν εὐοδοῖ ἄγγελος αὐτοῦ καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα
43:27 πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀφικώμεθα καὶ συντέλεια λόγων τὸ πᾶν ἐστιν αὐτός
43:28 δοξάζοντες ποῦ ἰσχύσομεν αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ
43:29 φοβερὸς κύριος καὶ σφόδρα μέγας καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ
43:30 δοξάζοντες κύριον ὑψώσατε καθ᾽ ὅσον ἂν δύνησθε ὑπερέξει γὰρ καὶ ἔτι καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι μὴ κοπιᾶτε οὐ γὰρ μὴ ἀφίκησθε
43:31 τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιηγήσεται καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστιν
43:32 πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ
43:33 πάντα γὰρ ἐποίησεν ὁ κύριος καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοφίαν
-
Greek LXX(Rahlps), Sirach, Chapter 01
-
Greek LXX(Rahlps), Sirach, Chapter 02
-
Greek LXX(Rahlps), Sirach, Chapter 03
-
Greek LXX(Rahlps), Sirach, Chapter 04
-
Greek LXX(Rahlps), Sirach, Chapter 05
-
Greek LXX(Rahlps), Sirach, Chapter 06
-
Greek LXX(Rahlps), Sirach, Chapter 07
-
Greek LXX(Rahlps), Sirach, Chapter 08
-
Greek LXX(Rahlps), Sirach, Chapter 09
-
Greek LXX(Rahlps), Sirach, Chapter 10
-
Greek LXX(Rahlps), Sirach, Chapter 11
-
Greek LXX(Rahlps), Sirach, Chapter 12
-
Greek LXX(Rahlps), Sirach, Chapter 13
-
Greek LXX(Rahlps), Sirach, Chapter 14
-
Greek LXX(Rahlps), Sirach, Chapter 15
-
Greek LXX(Rahlps), Sirach, Chapter 16
-
Greek LXX(Rahlps), Sirach, Chapter 17
-
Greek LXX(Rahlps), Sirach, Chapter 18
-
Greek LXX(Rahlps), Sirach, Chapter 19
-
Greek LXX(Rahlps), Sirach, Chapter 20
-
Greek LXX(Rahlps), Sirach, Chapter 21
-
Greek LXX(Rahlps), Sirach, Chapter 22
-
Greek LXX(Rahlps), Sirach, Chapter 23
-
Greek LXX(Rahlps), Sirach, Chapter 24
-
Greek LXX(Rahlps), Sirach, Chapter 25
-
Greek LXX(Rahlps), Sirach, Chapter 26
-
Greek LXX(Rahlps), Sirach, Chapter 27
-
Greek LXX(Rahlps), Sirach, Chapter 28
-
Greek LXX(Rahlps), Sirach, Chapter 29
-
Greek LXX(Rahlps), Sirach, Chapter 30
-
Greek LXX(Rahlps), Sirach, Chapter 31
-
Greek LXX(Rahlps), Sirach, Chapter 32
-
Greek LXX(Rahlps), Sirach, Chapter 33
-
Greek LXX(Rahlps), Sirach, Chapter 34
-
Greek LXX(Rahlps), Sirach, Chapter 35
-
Greek LXX(Rahlps), Sirach, Chapter 36
-
Greek LXX(Rahlps), Sirach, Chapter 37
-
Greek LXX(Rahlps), Sirach, Chapter 38
-
Greek LXX(Rahlps), Sirach, Chapter 39
-
Greek LXX(Rahlps), Sirach, Chapter 40
-
Greek LXX(Rahlps), Sirach, Chapter 41
-
Greek LXX(Rahlps), Sirach, Chapter 42
-
Greek LXX(Rahlps), Sirach, Chapter 43
-
Greek LXX(Rahlps), Sirach, Chapter 44
-
Greek LXX(Rahlps), Sirach, Chapter 45
-
Greek LXX(Rahlps), Sirach, Chapter 46
-
Greek LXX(Rahlps), Sirach, Chapter 47
-
Greek LXX(Rahlps), Sirach, Chapter 48
-
Greek LXX(Rahlps), Sirach, Chapter 49
-
Greek LXX(Rahlps), Sirach, Chapter 50
Previous
List