Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

38:1 τίμα ἰατρὸν πρὸς τὰς χρείας αὐτοῦ τιμαῖς αὐτοῦ καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος
38:2 παρὰ γὰρ ὑψίστου ἐστὶν ἴασις καὶ παρὰ βασιλέως λήμψεται δόμα
38:3 ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται
38:4 κύριος ἔκτισεν ἐκ γῆς φάρμακα καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς
38:5 οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ
38:6 καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ
38:7 ἐν αὐτοῖς ἐθεράπευσεν καὶ ἦρεν τὸν πόνον αὐτοῦ μυρεψὸς ἐν τούτοις ποιήσει μεῖγμα
38:8 καὶ οὐ μὴ συντελεσθῇ ἔργα αὐτοῦ καὶ εἰρήνη παρ᾽ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς
38:9 τέκνον ἐν ἀρρωστήματί σου μὴ παράβλεπε ἀλλ᾽ εὖξαι κυρίῳ καὶ αὐτὸς ἰάσεταί σε
38:10 ἀπόστησον πλημμέλειαν καὶ εὔθυνον χεῖρας καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον καρδίαν
38:11 δὸς εὐωδίαν καὶ μνημόσυνον σεμιδάλεως καὶ λίπανον προσφορὰν ὡς μὴ ὑπάρχων
38:12 καὶ ἰατρῷ δὸς τόπον καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος καὶ μὴ ἀποστήτω σου καὶ γὰρ αὐτοῦ χρεία
38:13 ἔστιν καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐοδία
38:14 καὶ γὰρ αὐτοὶ κυρίου δεηθήσονται ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν ἐμβιώσεως
38:15 ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιήσαντος αὐτὸν ἐμπέσοι εἰς χεῖρας ἰατροῦ
38:16 τέκνον ἐπὶ νεκρῷ κατάγαγε δάκρυα καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρήνου κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλον τὸ σῶμα αὐτοῦ καὶ μὴ ὑπερίδῃς τὴν ταφὴν αὐτοῦ
38:17 πίκρανον κλαυθμὸν καὶ θέρμανον κοπετὸν καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίαν αὐτοῦ ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς καὶ παρακλήθητι λύπης ἕνεκα
38:18 ἀπὸ λύπης γὰρ ἐκβαίνει θάνατος καὶ λύπη καρδίας κάμψει ἰσχύν
38:19 ἐν ἐπαγωγῇ παραμένει καὶ λύπη καὶ βίος πτωχοῦ κατὰ καρδίας
38:20 μὴ δῷς εἰς λύπην τὴν καρδίαν σου ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα
38:21 μὴ ἐπιλάθῃ οὐ γάρ ἐστιν ἐπάνοδος καὶ τοῦτον οὐκ ὠφελήσεις καὶ σεαυτὸν κακώσεις
38:22 μνήσθητι τὸ κρίμα μου ὅτι οὕτως καὶ τὸ σόν ἐμοὶ ἐχθὲς καὶ σοὶ σήμερον
38:23 ἐν ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ καὶ παρακλήθητι ἐν αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ
38:24 σοφία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς καὶ ὁ ἐλασσούμενος πράξει αὐτοῦ σοφισθήσεται
38:25 τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου καὶ καυχώμενος ἐν δόρατι κέντρου βόας ἐλαύνων καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν καὶ ἡ διήγησις αὐτοῦ ἐν υἱοῖς ταύρων
38:26 καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αὔλακας καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων
38:27 οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων ὅστις νύκτωρ ὡς ἡμέρας διάγει οἱ γλύφοντες γλύμματα σφραγίδων καὶ ἡ ἐπιμονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν καρδίαν αὐτοῦ δώσει εἰς ὁμοιῶσαι ζωγραφίαν καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον
38:28 οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος καὶ καταμανθάνων ἔργα σιδήρου ἀτμὶς πυρὸς τήξει σάρκας αὐτοῦ καὶ ἐν θέρμῃ καμίνου διαμαχήσεται φωνῇ σφύρης κλινεῖ τὸ οὖς αὐτοῦ καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας
38:29 οὕτως κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχόν ὃς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ
38:30 ἐν βραχίονι αὐτοῦ τυπώσει πηλὸν καὶ πρὸ ποδῶν κάμψει ἰσχὺν αὐτοῦ καρδίαν ἐπιδώσει συντελέσαι τὸ χρῖσμα καὶ ἡ ἀγρυπνία αὐτοῦ καθαρίσαι κάμινον
38:31 πάντες οὗτοι εἰς χεῖρας αὐτῶν ἐνεπίστευσαν καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται
38:32 ἄνευ αὐτῶν οὐκ οἰκισθήσεται πόλις καὶ οὐ παροικήσουσιν οὐδὲ περιπατήσουσιν
38:33 ἀλλ᾽ εἰς βουλὴν λαοῦ οὐ ζητηθήσονται καὶ ἐν ἐκκλησίᾳ οὐχ ὑπεραλοῦνται ἐπὶ δίφρον δικαστοῦ οὐ καθιοῦνται καὶ διαθήκην κρίματος οὐ διανοηθήσονται
38:34 οὐδὲ μὴ ἐκφάνωσιν παιδείαν καὶ κρίμα καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται ἀλλὰ κτίσμα αἰῶνος στηρίσουσιν καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης


List of Articles
번호 분류 제목
51 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 01
50 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 02
49 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 03
48 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 04
47 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 05
46 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 06
45 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 07
44 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 08
43 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 09
42 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 10
41 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 11
40 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 12
39 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 13
38 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 14
37 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 15
36 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 16
35 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 17
34 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 18
33 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 19
32 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 20
31 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 21
30 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 22
29 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 23
28 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 24
27 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 25
26 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 26
25 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 27
24 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 28
23 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 29
22 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 30
21 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 31
20 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 32
19 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 33
18 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 34
17 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 35
16 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 36
15 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 37
» Sirach Greek LXX(Rahlps), Sirach, Chapter 38
13 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 39
12 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 40
11 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 41
10 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 42
9 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 43
8 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 44
7 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 45
6 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 46
5 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 47
4 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 48
3 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 49
2 Sirach Greek LXX(Rahlps), Sirach, Chapter 50
목록
Board Pagination Prev 1 2 Next
/ 2

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소